Scrutatio

Sabato, 11 maggio 2024 - San Fabio e compagni ( Letture di oggi)

2 Timothy 4


font
CATHOLIC PUBLIC DOMAINLXX
1 I testify before God, and before Jesus Christ, who shall judge the living and the dead through his return and his kingdom:1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
2 that you should preach the word urgently, in season and out of season: reprove, entreat, rebuke, with all patience and doctrine.2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
3 For there shall be a time when they will not endure sound doctrine, but instead, according to their own desires, they will gather to themselves teachers, with itching ears,3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν
4 and certainly, they will turn their hearing away from the truth, and they will be turned toward fables.4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
5 But as for you, truly, be vigilant, laboring in all things. Do the work of an Evangelist, fulfilling your ministry. Show self-restraint.5 Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 For I am already being worn away, and the time of my dissolution presses close.6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
7 I have fought the good fight. I have completed the course. I have preserved the faith.7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
8 As for the remainder, a crown of justice has been reserved for me, one which the Lord, the just judge, will render to me in that day, and not only to me, but also to those who look forward to his return. Hurry to return to me soon.8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
9 For Demas has abandoned me, out of love for this age, and he has departed for Thessalonica.9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·
10 Crescens has gone to Galatia; Titus to Dalmatia.10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
11 Luke alone is with me. Take Mark and bring him with you; for he is useful to me in the ministry.11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
12 But Tychicus I have sent to Ephesus.12 Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 When you return, bring with you the supplies that I left with Carpus at Troas, and the books, but especially the parchments.13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας.
14 Alexander the coppersmith has shown me much evil; the Lord will repay him according to his works.14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
15 And you should also avoid him; for he has strongly resisted our words.15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
16 At my first defense, no one stood by me, but everyone abandoned me. May it not be counted against them!16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
17 But the Lord stood with me and strengthened me, so that through me the preaching would be accomplished, and so that all the Gentiles would hear. And I was freed from the mouth of the lion.17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
18 The Lord has freed me from every evil work, and he will accomplish salvation by his heavenly kingdom. To him be glory forever and ever. Amen.18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19 Greet Prisca, and Aquila, and the household of Onesiphorus.19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
20 Erastus remained at Corinth. And Trophimus I left sick at Miletus.20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
21 Hurry to arrive before winter. Eubulus, and Pudens, and Linus, and Claudia, and all the brothers greet you.21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 May the Lord Jesus Christ be with your spirit. May grace be with you. Amen.22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν.