1 ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς | 1 Ascoltate, dunque, o re, e vogliate comprendere! Imparate, o governanti delle regioni della terra! |
2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν | 2 Porgete orecchio, voi che dominate le moltitudini e siete orgogliosi delle folle di popoli: |
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει | 3 Dal Signore vi è stato dato il dominio e il potere dall'Altissimo, il quale esaminerà le vostre opere e scruterà i piani, |
4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε | 4 poiché, essendo ministri del suo regno, non avete governato rettamente, né avete osservato la legge, né avete camminato secondo il volere di Dio. |
5 φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται | 5 Terribile e veloce si ergerà contro di voi, poiché un severo giudizio si fa contro chi presiede. |
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται | 6 Senza dubbio l'inferiore è meritevole di misericordia, ma i potenti saranno esaminati con rigore. |
7 οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων | 7 Il padrone di tutte le cose non teme persona, né si preoccupa della grandezza, perché egli ha fatto il piccolo come il grande e si prende cura ugualmente di tutti; |
8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα | 8 ma su quanti dominano incombe un giudizio severo. |
9 πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε | 9 Per voi, dunque, o prìncipi, sono le mie parole, perché impariate la sapienza e non possiate prevaricare. |
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν | 10 Quanti osservano santamente le leggi divine, saranno riconosciuti santi, e quanti le avranno apprese vi troveranno una difesa. |
11 ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε | 11 Desiderate, pertanto, le mie parole, bramatele e sarete istruiti. |
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν | 12 Splendida e incorruttibile è la sapienza, facilmente è conosciuta da quanti l'amano e si lascia trovare da quanti la cercano. |
13 φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι | 13 Per farsi riconoscere previene quanti la desiderano. |
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ | 14 Chi si leva per essa di buon mattino non dovrà faticare, perché la troverà seduta alla sua porta. |
15 τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται | 15 Pensare ad essa è suprema intelligenza, e chi veglia per lei sarà presto senza pena; |
16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς | 16 perché essa va in cerca di quanti sono degni di lei, nelle strade appare loro con benevolenza e in ogni progetto va loro incontro. |
17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη | 17 Suo principio è un sincero desiderio di educazione; |
18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας | 18 la cura dell'educazione è amore; l'amore è osservanza delle sue leggi; il rispetto delle sue leggi è garanzia di incorruttibilità, |
19 ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ | 19 e l'incorruttibilità ci fa stare vicini a Dio; |
20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν | 20 così il desiderio di sapienza conduce al regno. |
21 εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε | 21 Se dunque, prìncipi dei popoli, vi dilettate di troni e di scettri, onorate la sapienza, perché possiate regnare in eterno. |
22 τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια ἀλλὰ ἀπ’ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν | 22 Annunzierò che cos'è la sapienza e come nacque, non vi nasconderò i misteri, ma dal principio della creazione ne seguirò le orme, metterò in luce la sua conoscenza e non mi allontanerò dalla verità. |
23 οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ | 23 Non mi accompagnerò con la struggente invidia, poiché essa non ha niente in comune con la sapienza. |
24 πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου | 24 La moltitudine dei sapienti è la salvezza del mondo e un re saggio è la prosperità del popolo. |
25 ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε | 25 Lasciatevi dunque istruire dalle mie parole e ne trarrete profitto. |
26 εν παση ψυχη σου προσελθε αυτη και εν ολη δυναμει σου συντηρησον τας οδους αυτης | |
27 εξιχνευσον και ζητησον και γνωσθησεται σοι και εγκρατης γενομενος μη αφης αυτην | |
28 επ' εσχατων γαρ ευρησεις την αναπαυσιν αυτης και στραφησεται σοι εις ευφροσυνην | |
29 και εσονται σοι αι πεδαι εις σκεπην ισχυος και οι κλοιοι αυτης εις στολην δοξης | |
30 κοσμος γαρ χρυσεος εστιν επ' αυτης και οι δεσμοι αυτης κλωσμα υακινθινον | |
31 στολην δοξης ενδυση αυτην και στεφανον αγαλλιαματος περιθησεις σεαυτω | |
32 εαν θελης τεκνον παιδευθηση και εαν επιδως την ψυχην σου πανουργος εση | |
33 εαν αγαπησης ακουειν εκδεξη και εαν κλινης το ους σου σοφος εση | |
34 εν πληθει πρεσβυτερων στηθι και τις σοφος αυτω προσκολληθητι | |
35 πασαν διηγησιν θειαν θελε ακροασθαι και παροιμιαι συνεσεως μη εκφευγετωσαν σε | |
36 εαν ιδης συνετον ορθριζε προς αυτον και βαθμους θυρων αυτου εκτριβετω ο πους σου | |
37 διανοου εν τοις προσταγμασιν κυριου και εν ταις εντολαις αυτου μελετα δια παντος αυτος στηριει την καρδιαν σου και η επιθυμια της σοφιας δοθησεται σοι | |