Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 6


font
GREEK BIBLEKING JAMES BIBLE
1 ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς1 Hear therefore, O ye kings, and understand; learn, ye that be judges of the ends of the earth.
2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν2 Give ear, ye that rule the people, and glory in the multitude of nations.
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει3 For power is given you of the Lord, and sovereignty from the Highest, who shall try your works, and search out your counsels.
4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε4 Because, being ministers of his kingdom, ye have not judged aright, nor kept the law, nor walked after the counsel of God;
5 φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται5 Horribly and speedily shall he come upon you: for a sharp judgment shall be to them that be in high places.
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται6 For mercy will soon pardon the meanest: but mighty men shall be mightily tormented.
7 οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων7 For he which is Lord over all shall fear no man's person, neither shall he stand in awe of any man's greatness: for he hath made the small and great, and careth for all alike.
8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα8 But a sore trial shall come upon the mighty.
9 πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε9 Unto you therefore, O kings, do I speak, that ye may learn wisdom, and not fall away.
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν10 For they that keep holiness holily shall be judged holy: and they that have learned such things shall find what to answer.
11 ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε11 Wherefore set your affection upon my words; desire them, and ye shall be instructed.
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν12 Wisdom is glorious, and never fadeth away: yea, she is easily seen of them that love her, and found of such as seek her.
13 φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι13 She preventeth them that desire her, in making herself first known unto them.
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ14 Whoso seeketh her early shall have no great travail: for he shall find her sitting at his doors.
15 τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται15 To think therefore upon her is perfection of wisdom: and whoso watcheth for her shall quickly be without care.
16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς16 For she goeth about seeking such as are worthy of her, sheweth herself favourably unto them in the ways, and meeteth them in every thought.
17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη17 For the very true beginning of her is the desire of discipline; and the care of discipline is love;
18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας18 And love is the keeping of her laws; and the giving heed unto her laws is the assurance of incorruption;
19 ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ19 And incorruption maketh us near unto God:
20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν20 Therefore the desire of wisdom bringeth to a kingdom.
21 εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε21 If your delight be then in thrones and sceptres, O ye kings of the people, honour wisdom, that ye may reign for evermore.
22 τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια ἀλλὰ ἀπ’ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν22 As for wisdom, what she is, and how she came up, I will tell you, and will not hide mysteries from you: but will seek her out from the beginning of her nativity, and bring the knowledge of her into light, and will not pass over the truth.
23 οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ23 Neither will I go with consuming envy; for such a man shall have no fellowship with wisdom.
24 πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου24 But the multitude of the wise is the welfare of the world: and a wise king is the upholding of the people.
25 ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε25 Receive therefore instruction through my words, and it shall do you good.
26 εν παση ψυχη σου προσελθε αυτη και εν ολη δυναμει σου συντηρησον τας οδους αυτης
27 εξιχνευσον και ζητησον και γνωσθησεται σοι και εγκρατης γενομενος μη αφης αυτην
28 επ' εσχατων γαρ ευρησεις την αναπαυσιν αυτης και στραφησεται σοι εις ευφροσυνην
29 και εσονται σοι αι πεδαι εις σκεπην ισχυος και οι κλοιοι αυτης εις στολην δοξης
30 κοσμος γαρ χρυσεος εστιν επ' αυτης και οι δεσμοι αυτης κλωσμα υακινθινον
31 στολην δοξης ενδυση αυτην και στεφανον αγαλλιαματος περιθησεις σεαυτω
32 εαν θελης τεκνον παιδευθηση και εαν επιδως την ψυχην σου πανουργος εση
33 εαν αγαπησης ακουειν εκδεξη και εαν κλινης το ους σου σοφος εση
34 εν πληθει πρεσβυτερων στηθι και τις σοφος αυτω προσκολληθητι
35 πασαν διηγησιν θειαν θελε ακροασθαι και παροιμιαι συνεσεως μη εκφευγετωσαν σε
36 εαν ιδης συνετον ορθριζε προς αυτον και βαθμους θυρων αυτου εκτριβετω ο πους σου
37 διανοου εν τοις προσταγμασιν κυριου και εν ταις εντολαις αυτου μελετα δια παντος αυτος στηριει την καρδιαν σου και η επιθυμια της σοφιας δοθησεται σοι