ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 6
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | NOVA VULGATA |
---|---|
1 ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς | 1 Audite ergo, reges, et intellegite; discite, iudices finium terrae. |
2 ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν | 2 Praebete aures, vos, qui continetis multitudines et placetis vobis in turbis nationum. |
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει | 3 Quoniam data est a Domino potestas vobis et dominatio ab Altissimo, qui interrogabit opera vestra et cogitationes scrutabitur, |
4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε | 4 quoniam, cum essetis ministri regni illius, non recte iudicastis nec custodistis legem neque secundum voluntatem Dei ambulastis. |
5 φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται | 5 Horrende et cito instabit vobis, quoniam iudicium durissimum his, qui praesunt, fiet; |
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται | 6 exiguo enim conceditur misericordia, potentes autem potenter tormento interrogabuntur. |
7 οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων | 7 Non enim subtrahet personam cuiusquam Deus nec verebitur magnitudinem cuiusquam, quoniam pusillum et magnum ipse fecit, et aequaliter cura est illi de omnibus; |
8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα | 8 potentibus autem durum instat scrutinium. |
9 πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε | 9 Ad vos ergo, reges, sunt hi sermones mei, ut discatis sapientiam et non excidatis. |
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν | 10 Qui enim custodierint iusta iuste, iustificabuntur; et, qui didicerint ista, invenient defensionem. |
11 ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε | 11 Concupiscite ergo sermones meos, diligite illos et habebitis disciplinam. |
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν | 12 Clara est et, quae numquam marcescit, sapientia; et facile videtur ab his, qui diligunt eam, et invenitur ab his, qui quaerunt illam. |
13 φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι | 13 Praeoccupat, qui eam concupiscunt, ut prior se ostendat illis. |
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ | 14 Qui de luce vigilaverit ad illam, non laborabit, assidentem enim illam foribus suis inveniet. |
15 τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται | 15 Cogitare ergo de illa sensus est consummatio; et, qui vigilaverit propter illam, cito securus erit. |
16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς | 16 Quoniam dignos se ipsa circuit quaerens et in viis ostendit se illis hilariter et in omni providentia occurrit illis. |
17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη | 17 Initium enim illius verissima est disciplinae concupiscentia, cura vero disciplinae dilectio est, |
18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας | 18 et dilectio custodia legum illius est, custoditio autem legum confirmatio incorruptionis est, |
19 ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ | 19 incorruptio autem facit esse proximum Deo; |
20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν | 20 concupiscentia itaque sapientiae deducit ad regnum. |
21 εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε | 21 Si ergo delectamini sedibus et sceptris, o reges populi, colite sapientiam, ut in perpetuum regnetis. |
22 τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια ἀλλὰ ἀπ’ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν | 22 Quid est autem sapientia et quemadmodum facta sit, referam et non abscondam a vobis sacramenta Dei, sed ab initio nativitatis investigabo et ponam in lucem scientiam illius et non praeteribo veritatem. |
23 οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ | 23 Neque cum invidia tabescente iter habebo, quoniam ista non erit particeps sapientiae. |
24 πλῆθος δὲ σοφῶν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου | 24 Multitudo autem sapientium sanitas est orbis terrarum, et rex sapiens stabilimentum populi est. |
25 ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε | 25 Ergo accipite disciplinam per sermones meos, et proderit vobis. |
26 εν παση ψυχη σου προσελθε αυτη και εν ολη δυναμει σου συντηρησον τας οδους αυτης | |
27 εξιχνευσον και ζητησον και γνωσθησεται σοι και εγκρατης γενομενος μη αφης αυτην | |
28 επ' εσχατων γαρ ευρησεις την αναπαυσιν αυτης και στραφησεται σοι εις ευφροσυνην | |
29 και εσονται σοι αι πεδαι εις σκεπην ισχυος και οι κλοιοι αυτης εις στολην δοξης | |
30 κοσμος γαρ χρυσεος εστιν επ' αυτης και οι δεσμοι αυτης κλωσμα υακινθινον | |
31 στολην δοξης ενδυση αυτην και στεφανον αγαλλιαματος περιθησεις σεαυτω | |
32 εαν θελης τεκνον παιδευθηση και εαν επιδως την ψυχην σου πανουργος εση | |
33 εαν αγαπησης ακουειν εκδεξη και εαν κλινης το ους σου σοφος εση | |
34 εν πληθει πρεσβυτερων στηθι και τις σοφος αυτω προσκολληθητι | |
35 πασαν διηγησιν θειαν θελε ακροασθαι και παροιμιαι συνεσεως μη εκφευγετωσαν σε | |
36 εαν ιδης συνετον ορθριζε προς αυτον και βαθμους θυρων αυτου εκτριβετω ο πους σου | |
37 διανοου εν τοις προσταγμασιν κυριου και εν ταις εντολαις αυτου μελετα δια παντος αυτος στηριει την καρδιαν σου και η επιθυμια της σοφιας δοθησεται σοι |