| 1 Now the Spirit has clearly said that, in the end times, some persons will depart from the faith, paying attention to spirits of error and the doctrines of devils, | 1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, |
| 2 speaking lies in hypocrisy, and having their consciences seared, | 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, |
| 3 prohibiting marriage, abstaining from foods, which God has created to be accepted with thanksgiving by the faithful and by those who have understood the truth. | 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. |
| 4 For every creature of God is good, and nothing is to be rejected which is received with thanksgiving; | 4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· |
| 5 for it has been sanctified by the Word of God and by prayer. | 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. |
| 6 By proposing these things to the brothers, you will be a good minister of Christ Jesus, nourished by words of faith, and by the good doctrine that you have secured. | 6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· |
| 7 But avoid the silly fables of old women. And exercise yourself so as to advance in piety. | 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· |
| 8 For the exercise of the body is somewhat useful. But piety is useful in all things, holding the promise of life, in the present and in the future. | 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. |
| 9 This is a faithful saying and worthy of full acceptance. | 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· |
| 10 For this reason we labor and are maligned: because we hope in the living God, who is the Savior of all men, most especially of the faithful. | 10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν. |
| 11 Instruct and teach these things. | 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. |
| 12 Let no one despise your youth, but be an example among the faithful in word, in behavior, in charity, in faith, in chastity. | 12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. |
| 13 Until I arrive, attend to reading, to exhortation, and to doctrine. | 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. |
| 14 Do not be willing to neglect the grace that is within you, which was given to you through prophecy, with the imposition of the hands of the priesthood. | 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. |
| 15 Meditate on these things, so that your progress may be manifest to all. | 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. |
| 16 Pay attention to yourself and to doctrine. Pursue these things. For in doing so, you will save both yourself and those who listen to you. | 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. |