Scrutatio

Venerdi, 3 maggio 2024 - Santi Filippo e Giacomo ( Letture di oggi)

Wisdom 8


font
NEW JERUSALEMGREEK BIBLE
1 Strongly she reaches from one end of the world to the other and she governs the whole world for itsgood.1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς
2 Wisdom I loved and searched for from my youth; I resolved to have her as my bride, I fel in love withher beauty.2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς
3 She enhances her noble birth by sharing God's life, for the Master of Al has always loved her.3 εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν
4 Indeed, she shares the secrets of God's knowledge, and she chooses what he wil do.4 μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ
5 If in this life wealth is a desirable possession, what is more wealthy than Wisdom whose work iseverywhere?5 εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης
6 Or if it be the intel ect that is at work, who, more than she, designs whatever exists?6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις
7 Or if it be uprightness you love, why, virtues are the fruit of her labours, since it is she who teachestemperance and prudence, justice and fortitude; nothing in life is more useful for human beings.7 καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις
8 Or if you are eager for wide experience, she knows the past, she forecasts the future; she knows how toturn maxims, and solve riddles; she has foreknowledge of signs and wonders, and of the unfolding of the agesand the times.8 εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων
9 I therefore determined to take her to share my life, knowing that she would be my counsel or inprosperity and comfort me in cares and sorrow.9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης
10 'Thanks to her, I shal be admired by the masses and honoured, though young, by the elders.10 ἕξω δι’ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος
11 I shall be reckoned shrewd as a judge, and the great wil be amazed at me.11 ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
12 They wil wait on my silences, and pay attention when I speak; if I speak at some length, they wil laytheir hand on their lips.12 σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν
13 By means of her, immortality wil be mine, I shal leave an everlasting memory to my successors.13 ἕξω δι’ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω
14 I shall govern peoples, and nations wil be subject to me;14 διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι
15 at the sound of my name fearsome despots will be afraid; I shal show myself kind to the people andvaliant in battle.15 φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος
16 'When I go home I shal take my ease with her, for nothing is bitter in her company, when life is sharedwith her there is no pain, nothing but pleasure and joy.'16 εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν
17 Having meditated on al this, and having come to the conclusion that immortality resides in kinship withWisdom,17 ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας
18 noble contentment in her friendship, inexhaustible riches in her activities, understanding in cultivatingher society, and renown in conversing with her, I went al ways, seeking how to get her.18 καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν
19 I was a boy of happy disposition, I had received a good soul as my lot,19 παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς
20 or rather, being good, I had entered an undefiled body;20 μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον
21 but, realising that I could never possess Wisdom unless God gave her to me, -a sign of intel igence initself, to know in whose gift she lay -- I prayed to the Lord and entreated him, and with all my heart I said:21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου