Scrutatio

Mercoledi, 1 maggio 2024 - San Giuseppe Lavoratore ( Letture di oggi)

Wisdom 15


font
NEW AMERICAN BIBLEGREEK BIBLE
1 But you, our God, are good and true, slow to anger, and governing all with mercy.1 σὺ δέ ὁ θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα
2 For even if we sin, we are yours, and know your might; but we will not sin, knowing that we belong to you.2 καὶ γὰρ ἐὰν ἁμάρτωμεν σοί ἐσμεν εἰδότες σου τὸ κράτος οὐχ ἁμαρτησόμεθα δέ εἰδότες ὅτι σοὶ λελογίσμεθα
3 For to know you well is complete justice, and to know your might is the root of immortality.3 τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας
4 For neither did the evil creation of men's fancy deceive us, nor the fruitless labor of painters, A form smeared with varied colors,4 οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράφων πόνος ἄκαρπος εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις
5 the sight of which arouses yearning in the senseless man, till he longs for the inanimate form of a dead image.5 ὧν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν
6 Lovers of evil things, and worthy of such hopes are they who make them and long for them and worship them.6 κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι
7 For truly the potter, laboriously working the soft earth, molds for our service each several article: Both the vessels that serve for clean purposes and their opposites, all alike; As to what shall be the use of each vessel of either class the worker in clay is the judge.7 καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον ἀλλ’ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία πάντα ὁμοίως τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις κριτὴς ὁ πηλουργός
8 And with misspent toil he molds a meaningless god from the selfsame clay; though he himself shortly before was made from the earth And after a little, is to go whence he was taken, when the life that was lent him is demanded back.8 καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς μετ’ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος 9ἀλλ’ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν οὐδ’ ὅτι βραχυτελῆ βίον ἔχει ἀλλ’ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει
9 But his concern is not that he is to die nor that his span of life is brief; Rather, he vies with goldsmiths and silversmiths and emulates molders of bronze, and takes pride in modeling counterfeits.9 ουχ ωραιος αινος εν στοματι αμαρτωλου οτι ου παρα κυριου απεσταλη
10 Ashes his heart is! more worthless than earth is his hope, and more ignoble than clay his life;10 σποδὸς ἡ καρδία αὐτοῦ καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ
11 Because he knew not the one who fashioned him, and breathed into him a quickening soul, and infused a vital spirit.11 ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν
12 Instead, he esteemed our life a plaything, and our span of life a holiday for gain; "For one must," says he, "make profit every way, be it even out of evil."12 ἀλλ’ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ δεῖν γάρ φησιν ὅθεν δή κἂν ἐκ κακοῦ πορίζειν
13 For this man more than any knows that he is sinning, when out of earthen stuff he creates fragile vessels and idols alike.13 οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν
14 But all quite senseless, and worse than childish in mind, are the enemies of your people who enslaved them.14 πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν
15 For they esteemed all the idols of the nations gods, which have no use of the eyes for vision, nor nostrils to snuff the air, Nor ears to hear, nor fingers on their hands for feeling; even their feet are useless to walk with.15 ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν
16 For a man made them; one whose spirit has been lent him fashioned them. For no man succeeds in fashioning a god like himself;16 ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν
17 being mortal, he makes a dead thing with his lawless hands. For he is better than the things he worships; he at least lives, but never they.17 θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ ὧν αὐτὸς μὲν ἔζησεν ἐκεῖνα δὲ οὐδέποτε
18 And besides, they worship the most loathsome beasts-- for compared as to folly, these are worse than the rest,18 καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα
19 Nor for their looks are they good or desirable beasts, but they have escaped both the approval of God and his blessing.19 οὐδ’ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει ἐκπέφευγεν δὲ καὶ τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ
20 ουκ ενετειλατο ουδενι ασεβειν και ουκ εδωκεν ανεσιν ουδενι αμαρτανειν