Scrutatio

Lunedi, 29 aprile 2024 - Santa Caterina da Siena ( Letture di oggi)

Wisdom 14


font
NEW AMERICAN BIBLEGREEK BIBLE
1 Again, one preparing for a voyage and about to traverse the wild waves cries out to wood more unsound than the boat that bears him.1 πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται
2 For the urge for profits devised this latter, and Wisdom the artificer produced it.2 ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν τεχνῖτις δὲ σοφία κατεσκεύασεν
3 But your providence, O Father! guides it, for you have furnished even in the sea a road, and through the waves a steady path,3 ἡ δὲ σή πάτερ διακυβερνᾷ πρόνοια ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ
4 Showing that you can save from any danger, so that even one without skill may embark.4 δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σῴζειν ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ
5 But you will that the products of your Wisdom be not idle; therefore men trust their lives even to frailest wood, and have been safe crossing the surge on a raft.5 θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν
6 For of old, when the proud giants were being destroyed, the hope of the universe, who took refuge on a raft, left to the world a future for his race, under the guidance of your hand.6 καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηθεῖσα χειρί
7 For blest is the wood through which justice comes about;7 εὐλόγηται γὰρ ξύλον δι’ οὗ γίνεται δικαιοσύνη 8τὸ χειροποίητον δέ ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό ὅτι ὁ μὲν ἠργάζετο τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη 9ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ
8 but the handmade idol is accursed, and its maker as well: he for having produced it, and it, because though corruptible, it was termed a god.8 πονηρος ο βασκαινων οφθαλμω αποστρεφων προσωπον και υπερορων ψυχας
9 Equally odious to God are the evildoer and his evil deed;9 πλεονεκτου οφθαλμος ουκ εμπιπλαται μεριδι και αδικια πονηρα αναξηραινει ψυχην
10 and the thing made shall be punished with its contriver.10 καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται
11 Therefore upon even the idols of the nations shall a visitation come, since they have become abominable amid God's works, Snares for the souls of men and a trap for the feet of the senseless.11 διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων καὶ εἰς παγίδα ποσὶν ἀφρόνων
12 For the source of wantoness is the devising of idols; and their invention was a corruption of life.12 ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς
13 For in the beginning they were not, nor shall they continue forever;13 οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται
14 for by the vanity of men they came into the world, and therefore a sudden end is devised for them.14 κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς τὸν κόσμον καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη
15 For a father, afflicted with untimely mourning, made an image of the child so quickly taken from him, And now honored as a god what was formerly a dead man and handed down to his subjects mysteries and sacrifices.15 ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νῦν ὡς θεὸν ἐτίμησεν καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς
16 Then, in time, the impious practice gained strength and was observed as law, and graven things were worshiped by princely decrees.16 εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη
17 Men who lived so far away that they could not honor him in his presence copied the appearance of the distant king And made a public image of him they wished to honor, out of zeal to flatter him when absent, as though present.17 καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς
18 And to promote this observance among those to whom it was strange, the artisan's ambition provided a stimulus.18 εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία
19 For he, mayhap in his determination to please the ruler, labored over the likeness to the best of his skill;19 ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον
20 And the masses, drawn by the charm of the workmanship, soon thought he should be worshiped who shortly before was honored as a man.20 τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα ἐλογίσαντο
21 And this became a snare for mankind, that men enslaved to either grief or tyranny conferred the incommunicable Name on stocks and stones.21 καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν
22 Then it was not enough for them to err in their knowledge of God; but even though they live in a great war of ignorance, they call such evils peace.22 εἶτ’ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν ἀλλὰ καὶ ἐν μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν
23 For while they celebrate either child-slaying sacrifices or clandestine mysteries, or frenzied carousals in unheard-of rites,23 ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες
24 They no longer safeguard either lives or pure wedlock; but each either waylays and kills his neighbor, or aggrieves him by adultery.24 οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν ἕτερος δ’ ἕτερον ἢ λοχῶν ἀναιρεῖ ἢ νοθεύων ὀδυνᾷ
25 And all is confusion-blood and murder, theft and guile, corruption, faithlessness, turmoil, perjury,25 πάντα δ’ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος κλοπὴ καὶ δόλος φθορά ἀπιστία τάραχος ἐπιορκία
26 Disturbance of good men, neglect of gratitude, besmirching of souls, unnatural lust, disorder in marriage, adultery and shamelessness.26 θόρυβος ἀγαθῶν χάριτος ἀμνηστία ψυχῶν μιασμός γενέσεως ἐναλλαγή γάμων ἀταξία μοιχεία καὶ ἀσέλγεια
27 For the worship of infamous idols is the reason and source and extremity of all evil.27 ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν
28 For they either go mad with enjoyment, or prophesy lies, or live lawlessly or lightly forswear themselves.28 ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν ἢ προφητεύουσιν ψευδῆ ἢ ζῶσιν ἀδίκως ἢ ἐπιορκοῦσιν ταχέως
29 For as their trust is in soulless idols, they expect no harm when they have sworn falsely.29 ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται 30ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσέχοντες εἰδώλοις καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος 31οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις ἀλλ’ ἡ τῶν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν
30 But on both counts shall justice overtake them: because they thought ill of God and devoted themselves to idols, and because they deliberately swore false oaths, despising piety.
31 For not the might of those that are sworn by but the retribution of sinners ever follows upon the transgression of the wicked.