Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera a Tito - Titus 3


font
GREEK BIBLELXX
1 Υπενθυμιζε αυτους να υποτασσωνται εις τας αρχας και εξουσιας, να πειθαρχωσι, να ηναι ετοιμοι εις παν εργον αγαθον,1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
2 να μη βλασφημωσι μηδενα, να ηναι αμαχοι, συμβιβαστικοι, να δεικνυωσι προς παντας ανθρωπους πασαν πραοτητα.2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
3 Διοτι ημεθα ποτε και ημεις ανοητοι, απειθεις, πλανωμενοι, δουλευοντες εις διαφορους επιθυμιας και ηδονας, ζωντες εν κακια και φθονω, μισητοι και μισουντες αλληλους.3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
4 Αλλ' οτε εφανερωθη η χρηστοτης και η φιλανθρωπια του Σωτηρος ημων Θεου,4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη
τοῦ σωτῆρος ἡμῶν θεοῦ,
5 ουχι εξ εργων δικαιοσυνης τα οποια επραξαμεν ημεις, αλλα κατα το ελεος αυτου εσωσεν ημας δια λουτρου παλιγγενεσιας και ανακαινισεως του Αγιου Πνευματος,5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ
ἃ ἐποιήσαμεν ἡμεῖς
ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος
ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας
καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
6 το οποιον εξεχεε πλουσιως εφ' ημας δια Ιησου Χριστου του Σωτηρος ημων,6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως
διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
7 ινα δικαιωθεντες δια της χαριτος εκεινου, γεινωμεν κληρονομοι κατα την ελπιδα της αιωνιου ζωης.7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι
κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
8 Πιστος ο λογος, και θελω ταυτα να διαβεβαιοις, δια να φροντιζωσιν οι πιστευσαντες εις τον Θεον να προιστανται καλων εργων. Ταυτα ειναι τα καλα και ωφελιμα εις τους ανθρωπους?8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ· ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
9 μωρας δε φιλονεικιας και γενεαλογιας και εριδας και μαχας νομικας φευγε, διοτι ειναι ανωφελεις και ματαιαι.9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10 Αιρετικον ανθρωπον μετα μιαν και δευτεραν νουθεσιαν παραιτου,10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11 εξευρων οτι διεφθαρη ο τοιουτος και αμαρτανει, ων αυτοκατακριτος.11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
12 Οταν πεμψω προς σε τον Αρτεμαν η τον Τυχικον, σπουδασον να ελθης προς με εις Νικοπολιν? διοτι εκει απεφασισα να παραχειμασω.12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τύχικον, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
13 Ζηναν τον νομικον και τον Απολλω προπεμψον επιμελως, δια να μη λειπη εις αυτους μηδεν.13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14 Ας μανθανωσι δε και οι ημετεροι να προιστανται καλων εργων εις τας αναγκαιας χρειας, δια να μη ηναι ακαρποι.14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ασπαζονται σε παντες οι μετ' εμου? ασπασθητι τους αγαπωντας ημας εν πιστει. Η χαρις ειη μετα παντων υμων. Αμην.15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.