1 Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς – | 1 Εκεινο, το οποιον ητο απ' αρχης, το οποιον ηκουσαμεν, το οποιον ειδομεν με τους οφθαλμους ημων, το οποιον εθεωρησαμεν και αι χειρες ημων εψηλαφησαν, περι του Λογου της ζωης? |
2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν – | 2 και η ζωη εφανερωθη, και ειδομεν και μαρτυρουμεν και απαγγελλομεν προς εσας την ζωην την αιωνιον, ητις ητο παρα τω Πατρι και εφανερωθη εις ημας |
3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. | 3 εκεινο, το οποιον ειδομεν και ηκουσαμεν, απαγγελλομεν προς εσας? δια να εχητε και σεις κοινωνιαν μεθ' ημων? και η κοινωνια δε ημων ειναι μετα του Πατρος και μετα του Υιου αυτου Ιησου Χριστου. |
4 καὶ ταῦτα γράφομεν ἡμεῖς, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. | 4 Και ταυτα γραφομεν προς εσας, δια να ηναι πληρης η χαρα σας. |
5 Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. | 5 Και αυτη ειναι η επαγγελια, την οποιαν ηκουσαμεν απ' αυτου και αναγγελλομεν προς εσας, οτι ο Θεος ειναι φως και σκοτια εν αυτω δεν υπαρχει ουδεμια. |
6 ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· | 6 Εαν ειπωμεν οτι κοινωνιαν εχομεν μετ' αυτου και περιπατωμεν εν τω σκοτει, ψευδομεθα και δεν πραττομεν την αληθειαν? |
7 ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. | 7 εαν ομως περιπατωμεν εν τω φωτι, καθως αυτος ειναι εν τω φωτι, εχομεν κοινωνιαν μετ' αλληλων, και το αιμα του Ιησου Χριστου του Υιου αυτου καθαριζει ημας απο πασης αμαρτιας. |
8 ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. | 8 Εαν ειπωμεν οτι αμαρτιαν δεν εχομεν, εαυτους πλανωμεν και η αληθεια δεν ειναι εν ημιν. |
9 ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. | 9 Εαν ομολογωμεν τας αμαρτιας ημων, ειναι πιστος και δικαιος, ωστε να συγχωρηση εις ημας τας αμαρτιας και καθαριση ημας απο πασης αδικιας. |
10 ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. | 10 Εαν ειπωμεν οτι δεν ημαρτησαμεν, ψευστην καμνομεν αυτον, και ο λογος αυτου δεν υπαρχει εν ημιν. |