Scrutatio

Sabato, 18 maggio 2024 - San Giovanni I papa ( Letture di oggi)

Vangelo secondo Luca - Luke 23


font
LXXCATHOLIC PUBLIC DOMAIN
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.1 And the entire multitude of them, rising up, led him to Pilate.
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.2 Then they began to accuse him, saying, “We found this one subverting our nation, and prohibiting giving tribute to Caesar, and saying that he is Christ the king.”
3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.3 And Pilate questioned him, saying: “You are the king of the Jews?” But in response, he said: “You are saying it.”
4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.4 Then Pilate said to the leaders of the priests and to the crowds, “I find no case against this man.”
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.5 But they continued more intensely, saying: “He has stirred up the people, teaching throughout all of Judea, beginning from Galilee, even to this place.”
6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,6 But Pilate, upon hearing Galilee, asked if the man were of Galilee.
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.7 And when he realized that he was under Herod’s jurisdiction, he sent him away to Herod, who was himself also at Jerusalem in those days.
8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον.8 Then Herod, upon seeing Jesus, was very glad. For he had been wanting to see him for a long time, because he had heard so many things about him, and he was hoping to see some kind of sign wrought by him.
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.9 Then he questioned him with many words. But he gave him no response at all.
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.10 And the leaders of the priests, and the scribes, stood firm in persistently accusing him.
11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.11 Then Herod, with his soldiers, scorned him. And he ridiculed him, clothing him in a white garment. And he sent him back to Pilate.
12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς.12 And Herod and Pilate became friends on that day. For previously they were enemies to one another.
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν13 And Pilate, calling together the leaders of the priests, and the magistrates, and the people,
14 εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ.14 said to them: “You have brought before me this man, as one who disturbs the people. And behold, having questioned him before you, I find no case against this man, in those things about which you accuse him.
15 ἀλλ’ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·15 And neither did Herod. For I sent you all to him, and behold, nothing deserving of death was recorded about him.
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.16 Therefore, I will chastise him and release him.”
17 Now he was required to release one person for them on the feast day.
18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·18 But the entire crowd exclaimed together, saying: “Take this one, and release to us Barabbas!”
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.19 Now he had been cast into prison because of a certain sedition that occurred in the city and for murder.
20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.20 Then Pilate spoke to them again, wanting to release Jesus.
21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου σταύρου αὐτόν.21 But they shouted in response, saying: “Crucify him! Crucify him!”
22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.22 Then he said to them a third time: “Why? What evil has he done? I find no case against him for death. Therefore, I will chastise him and release him.”
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.23 But they persisted, with loud voices, in demanding that he be crucified. And their voices increased in intensity.
24 Καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·24 And so Pilate issued a judgment granting their petition.
25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.25 Then he released for them the one who had been cast into prison for murder and sedition, whom they were requesting. Yet truly, Jesus he handed over to their will.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.26 And as they were leading him away, they apprehended a certain one, Simon of Cyrene, as he was returning from the countryside. And they imposed the cross on him to carry after Jesus.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.27 Then a great crowd of people followed him, with women who were mourning and lamenting him.
28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] Ἰησοῦς εἶπεν· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,28 But Jesus, turning to them, said: “Daughters of Jerusalem, do not weep over me. Instead, weep over yourselves and over your children.
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.29 For behold, the days will arrive in which they will say, ‘Blessed are the barren, and the wombs that have not borne, and the breasts that have not nursed.’
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς·30 Then they will begin to say to the mountains, ‘Fall over us,’ and to the hills, ‘Cover us.’
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;31 For if they do these things with green wood, what will be done with the dry?”
32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.32 Now they also led out two other criminals with him, in order to execute them.
33 Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.33 And when they arrived at the place that is called Calvary, they crucified him there, with the robbers, one to the right and the other to the left.
34 ⟦ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⟧ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.34 Then Jesus said, “Father, forgive them. For they know not what they do.” And truly, dividing his garments, they cast lots.
35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός.35 And people were standing near, watching. And the leaders among them derided him, saying: “He saved others. Let him save himself, if this one is the Christ, the elect of God.”
36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ36 And the soldiers also ridiculed him, approaching him and offering him vinegar,
37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.37 and saying, “If you are the king of the Jews, save yourself.”
38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ·
ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
38 Now there was also an inscription written over him in letters of Greek, and Latin, and Hebrew: THIS IS THE KING OF THE JEWS.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.39 And one of those robbers who were hanging blasphemed him, saying, “If you are the Christ, save yourself and us.”
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;40 But the other responded by rebuking him, saying: “Do you have no fear of God, since you are under the same condemnation?
41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.41 And indeed, it is just for us. For we are receiving what our deeds deserve. But truly, this one has done nothing wrong.”
42 καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου.42 And he said to Jesus, “Lord, remember me when you come into your kingdom.”
43 καὶ εἶπεν αὐτῷ· ἀμήν σοι λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.43 And Jesus said to him, “Amen I say to you, this day you shall be with me in Paradise.”
44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης44 Now it was nearly the sixth hour, and a darkness occurred over the entire earth, until the ninth hour.
45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.45 And the sun was obscured. And the veil of the temple was torn down the middle.
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.46 And Jesus, crying out with a loud voice, said: “Father, into your hands I commend my spirit.” And upon saying this, he expired.
47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.47 Now, the centurion, seeing what had happened, glorified God, saying, “Truly, this man was the Just One.”
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.48 And the entire crowd of those who came together to see this spectacle also saw what had happened, and they returned, striking their breasts.
49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα.49 Now all those who knew him, and the women who had followed him from Galilee, were standing at a distance, watching these things.
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος50 And behold, there was a man named Joseph, who was a councilman, a good and just man,
51 – οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν – ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,51 (for he had not consented to their decision or their actions). He was from Arimathea, a city of Judea. And he was himself also anticipating the kingdom of God.
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ52 This man approached Pilate and petitioned for the body of Jesus.
53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.53 And taking him down, he wrapped him in a fine linen cloth, and he placed him in a tomb hewn from rock, in which no one had ever been placed.
54 καὶ ἡμέρα ἦν παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν.54 And it was the day of Preparation, and the Sabbath was drawing near.
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,55 Now the women who had come with him from Galilee, by following, saw the tomb and the manner in which his body was placed.
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.56 And upon returning, they prepared aromatic spices and ointments. But on the Sabbath, indeed, they rested, according to the commandment.