Vangelo secondo Luca - Luke 23
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | NEW AMERICAN BIBLE |
---|---|
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. | 1 Then the whole assembly of them arose and brought him before Pilate. |
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. | 2 They brought charges against him, saying, "We found this man misleading our people; he opposes the payment of taxes to Caesar and maintains that he is the Messiah, a king." |
3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. | 3 Pilate asked him, "Are you the king of the Jews?" He said to him in reply, "You say so." |
4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. | 4 Pilate then addressed the chief priests and the crowds, "I find this man not guilty." |
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. | 5 But they were adamant and said, "He is inciting the people with his teaching throughout all Judea, from Galilee where he began even to here." |
6 Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, | 6 On hearing this Pilate asked if the man was a Galilean; |
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. | 7 and upon learning that he was under Herod's jurisdiction, he sent him to Herod who was in Jerusalem at that time. |
8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. | 8 Herod was very glad to see Jesus; he had been wanting to see him for a long time, for he had heard about him and had been hoping to see him perform some sign. |
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. | 9 He questioned him at length, but he gave him no answer. |
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. | 10 The chief priests and scribes, meanwhile, stood by accusing him harshly. |
11 ἐξουθενήσας δὲ αὐτὸν [καὶ] ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. | 11 (Even) Herod and his soldiers treated him contemptuously and mocked him, and after clothing him in resplendent garb, he sent him back to Pilate. |
12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς. | 12 Herod and Pilate became friends that very day, even though they had been enemies formerly. |
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν | 13 Pilate then summoned the chief priests, the rulers, and the people |
14 εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. | 14 and said to them, "You brought this man to me and accused him of inciting the people to revolt. I have conducted my investigation in your presence and have not found this man guilty of the charges you have brought against him, |
15 ἀλλ’ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· | 15 nor did Herod, for he sent him back to us. So no capital crime has been committed by him. |
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω. | 16 Therefore I shall have him flogged and then release him." |
17 | |
18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· | 18 But all together they shouted out, "Away with this man! Release Barabbas to us." |
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. | 19 (Now Barabbas had been imprisoned for a rebellion that had taken place in the city and for murder.) |
20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. | 20 Again Pilate addressed them, still wishing to release Jesus, |
21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου σταύρου αὐτόν. | 21 but they continued their shouting, "Crucify him! Crucify him!" |
22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. | 22 Pilate addressed them a third time, "What evil has this man done? I found him guilty of no capital crime. Therefore I shall have him flogged and then release him." |
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. | 23 With loud shouts, however, they persisted in calling for his crucifixion, and their voices prevailed. |
24 Καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· | 24 The verdict of Pilate was that their demand should be granted. |
25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. | 25 So he released the man who had been imprisoned for rebellion and murder, for whom they asked, and he handed Jesus over to them to deal with as they wished. |
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. | 26 As they led him away they took hold of a certain Simon, a Cyrenian, who was coming in from the country; and after laying the cross on him, they made him carry it behind Jesus. |
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. | 27 A large crowd of people followed Jesus, including many women who mourned and lamented him. |
28 στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] Ἰησοῦς εἶπεν· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, | 28 Jesus turned to them and said, "Daughters of Jerusalem, do not weep for me; weep instead for yourselves and for your children, |
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. | 29 for indeed, the days are coming when people will say, 'Blessed are the barren, the wombs that never bore and the breasts that never nursed.' |
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς· | 30 At that time people will say to the mountains, 'Fall upon us!' and to the hills, 'Cover us!' |
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; | 31 for if these things are done when the wood is green what will happen when it is dry?" |
32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. | 32 Now two others, both criminals, were led away with him to be executed. |
33 Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. | 33 When they came to the place called the Skull, they crucified him and the criminals there, one on his right, the other on his left. |
34 ⟦ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⟧ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. | 34 [Then Jesus said, "Father, forgive them, they know not what they do."] They divided his garments by casting lots. |
35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. | 35 The people stood by and watched; the rulers, meanwhile, sneered at him and said, "He saved others, let him save himself if he is the chosen one, the Messiah of God." |
36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ | 36 Even the soldiers jeered at him. As they approached to offer him wine |
37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. | 37 they called out, "If you are King of the Jews, save yourself." |
38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ· ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος. | 38 Above him there was an inscription that read, "This is the King of the Jews." |
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. | 39 Now one of the criminals hanging there reviled Jesus, saying, "Are you not the Messiah? Save yourself and us." |
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; | 40 The other, however, rebuking him, said in reply, "Have you no fear of God, for you are subject to the same condemnation? |
41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. | 41 And indeed, we have been condemned justly, for the sentence we received corresponds to our crimes, but this man has done nothing criminal." |
42 καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. | 42 Then he said, "Jesus, remember me when you come into your kingdom." |
43 καὶ εἶπεν αὐτῷ· ἀμήν σοι λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | 43 He replied to him, "Amen, I say to you, today you will be with me in Paradise." |
44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης | 44 It was now about noon and darkness came over the whole land until three in the afternoon |
45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. | 45 because of an eclipse of the sun. Then the veil of the temple was torn down the middle. |
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. | 46 Jesus cried out in a loud voice, "Father, into your hands I commend my spirit"; and when he had said this he breathed his last. |
47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. | 47 The centurion who witnessed what had happened glorified God and said, "This man was innocent beyond doubt." |
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. | 48 When all the people who had gathered for this spectacle saw what had happened, they returned home beating their breasts; |
49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα. | 49 but all his acquaintances stood at a distance, including the women who had followed him from Galilee and saw these events. |
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | 50 Now there was a virtuous and righteous man named Joseph who, though he was a member of the council, |
51 – οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν – ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, | 51 had not consented to their plan of action. He came from the Jewish town of Arimathea and was awaiting the kingdom of God. |
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ | 52 He went to Pilate and asked for the body of Jesus. |
53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. | 53 After he had taken the body down, he wrapped it in a linen cloth and laid him in a rock-hewn tomb in which no one had yet been buried. |
54 καὶ ἡμέρα ἦν παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν. | 54 It was the day of preparation, and the sabbath was about to begin. |
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, | 55 The women who had come from Galilee with him followed behind, and when they had seen the tomb and the way in which his body was laid in it, |
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν. | 56 they returned and prepared spices and perfumed oils. Then they rested on the sabbath according to the commandment. |