Scrutatio

Venerdi, 17 maggio 2024 - San Pasquale Baylon ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 8


font
GREEK BIBLELXX
1 Οτε δε κατεβη απο του ορους, ηκολουθησαν αυτον οχλοι πολλοι.1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 Και ιδου, λεπρος ελθων προσεκυνει αυτον, λεγων? Κυριε, εαν θελης, δυνασαι να με καθαρισης.2 καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων· κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
3 Και εκτεινας την χειρα ο Ιησους ηγγισεν αυτον, λεγων? Θελω, καθαρισθητι. Και ευθυς εκαθαρισθη η λεπρα αυτου.3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 Και λεγει προς αυτον ο Ιησους? Προσεχε μη ειπης τουτο εις μηδενα, αλλ' υπαγε, δειξον σεαυτον εις τον ιερεα και προσφερε το δωρον, το οποιον προσεταξεν ο Μωυσης δια μαρτυριαν εις αυτους.4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλ’ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
5 Οτε δε εισηλθεν ο Ιησους εις Καπερναουμ, προσηλθε προς αυτον εκατονταρχος παρακαλων αυτον5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
6 και λεγων? Κυριε, ο δουλος μου κειται εν τη οικια παραλυτικος, δεινως βασανιζομενος.6 καὶ λέγων· κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 Και λεγει προς αυτον ο Ιησους? Εγω ελθων θελω θεραπευσει αυτον.7 καὶ λέγει αὐτῷ· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 Και αποκριθεις ο εκατονταρχος ειπε? Κυριε, δεν ειμαι αξιος να εισελθης υπο την στεγην μου? αλλα μονον ειπε λογον, και θελει ιατρευθη ο δουλος μου.8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 Διοτι και εγω ειμαι ανθρωπος υπο εξουσιαν, εχων υπ' εμαυτον στρατιωτας, και λεγω προς τουτον, Υπαγε, και υπαγει, και προς αλλον, Ερχου, και ερχεται, και προς τον δουλον μου, Καμε τουτο, και καμνει.9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
10 Ακουσας δε ο Ιησους εθαυμασε και ειπε προς τους ακολουθουντας? Αληθως σας λεγω, ουδε εν τω Ισραηλ ευρον τοσαυτην πιστιν.10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
11 Σας λεγω δε οτι πολλοι θελουσιν ελθει απο ανατολων και δυσμων και θελουσι καθησει μετα του Αβρααμ και Ισαακ και Ιακωβ εν τη βασιλεια των ουρανων,11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οι δε υιοι της βασιλειας θελουσιν εκβληθη εις το σκοτος το εξωτερον? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων.12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 Και ειπεν ο Ιησους προς τον εκατονταρχον, Υπαγε, και ως επιστευσας, ας γεινη εις σε. Και ιατρευθη ο δουλος αυτου εν τη ωρα εκεινη.13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 Και ελθων ο Ιησους εις την οικιαν του Πετρου, ειδε την πενθεραν αυτου κατακοιτον και πασχουσαν πυρετον?14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 και επιασε την χειρα αυτης, και αφηκεν αυτην ο πυρετος, και εσηκωθη και υπηρετει αυτους.15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 Και οτε εγεινεν εσπερα, εφεραν προς αυτον δαιμονιζομενους πολλους, και εξεβαλε τα πνευματα με λογον και παντας τους κακως εχοντας εθεραπευσε,16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
17 δια να πληρωθη το ρηθεν δια Ησαιου του προφητου, λεγοντος? Αυτος τας ασθενειας ημων ελαβε και τας νοσους εβαστασεν.17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν
καὶ τὰς νόσους ἐβάστασεν.
18 Ιδων δε ο Ιησους πολλους οχλους περι εαυτον, προσεταξε να αναχωρησωσιν εις το περαν.18 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 Και πλησιασας εις γραμματευς ειπε προς αυτον, Διδασκαλε, θελω σοι ακολουθησει οπου αν υπαγης.19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 Και λεγει προς αυτον ο Ιησους? Αι αλωπεκες εχουσι φωλεας και τα πετεινα του ουρανου κατοικιας, ο δε Υιος του ανθρωπου δεν εχει που να κλινη την κεφαλην.20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 Αλλος δε εκ των μαθητων αυτου ειπε προς αυτον? Κυριε, συγχωρησον μοι να υπαγω πρωτον και να θαψω τον πατερα μου.21 ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ· κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 Ο δε Ιησους ειπε προς αυτον? Ακολουθει μοι και αφες τους νεκρους να θαψωσι τους εαυτων νεκρους.22 ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ· ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 Και οτε εισηλθεν εις το πλοιον, ηκολουθησαν αυτον οι μαθηται αυτου.23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 Και ιδου, τρικυμια μεγαλη εγεινεν εν τη θαλασση, ωστε το πλοιον εσκεπαζετο υπο των κυματων? αυτος δε εκοιματο.24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
25 Και προσελθοντες οι μαθηται αυτου εξυπνισαν αυτον, λεγοντες? Κυριε, σωσον ημας, χανομεθα.25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· κύριε, σῶσον, ἀπολλύμεθα.
26 Και λεγει προς αυτους? Δια τι εισθε δειλοι, ολιγοπιστοι; Τοτε σηκωθεις επετιμησε τους ανεμους και την θαλασσαν, και εγεινε γαληνη μεγαλη.26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 Οι δε ανθρωποι εθαυμασαν, λεγοντες? Οποιος ειναι ουτος, οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν εις αυτον;27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;
28 Και οτε ηλθεν εις το περαν εις την χωραν των Γεργεσηνων, υπηντησαν αυτον δυο δαιμονιζομενοι εξερχομενοι εκ των μνημειων, αγριοι καθ' υπερβολην, ωστε ουδεις ηδυνατο να περαση δια της οδου εκεινης.28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 Και ιδου, εκραξαν λεγοντες? Τι ειναι μεταξυ ημων και σου, Ιησου, Υιε του Θεου; ηλθες εδω προ καιρου να μας βασανισης;29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 Ητο δε μακραν απ' αυτων αγελη χοιρων πολλων βοσκομενη.30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 Και οι δαιμονες παρεκαλουν αυτον, λεγοντες? Εαν μας εκβαλης, επιτρεψον εις ημας να απελθωμεν εις την αγελην των χοιρων.31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 Και ειπε προς αυτους? Υπαγετε. Και εκεινοι εξελθοντες υπηγαν εις την αγελην των χοιρων? και ιδου, ωρμησε πασα η αγελη των χοιρων κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν.32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 Οι δε βοσκοντες εφυγον και ελθοντες εις την πολιν, απηγγειλαν παντα και τα των δαιμονιζομενων.33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 Και ιδου, πασα η πολις εξηλθεν εις συναντησιν του Ιησου, και ιδοντες αυτον παρεκαλεσαν να μεταβη απο των οριων αυτων.34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.