| 1 Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν | |
| 2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ | |
| 3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας | |
| 4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας | |
| 5 ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας | |
| 6 φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής | |
| 7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς | |
| 8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη | |
| 9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ | |
| 10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται | |
| 11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν | |
| 12 μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν | |
| 13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων | |
| 14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς | |
| 15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν 16ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι | |
| 16 πλησμονη σοφιας φοβεισθαι τον κυριον και μεθυσκει αυτους απο των καρπων αυτης | |
| 17 παντα τον οικον αυτων εμπλησει επιθυμηματων και τα αποδοχεια απο των γενηματων αυτης | |
| 18 στεφανος σοφιας φοβος κυριου αναθαλλων ειρηνην και υγιειαν ιασεως | |
| 19 και ειδεν και εξηριθμησεν αυτην επιστημην και γνωσιν συνεσεως εξωμβρησεν και δοξαν κρατουντων αυτης ανυψωσεν | |
| 20 ριζα σοφιας φοβεισθαι τον κυριον και οι κλαδοι αυτης μακροημερευσις | |
| 21 - | |
| 22 ου δυνησεται θυμος αδικος δικαιωθηναι η γαρ ροπη του θυμου αυτου πτωσις αυτω | |
| 23 εως καιρου ανθεξεται μακροθυμος και υστερον αυτω αναδωσει ευφροσυνη | |
| 24 εως καιρου κρυψει τους λογους αυτου και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου | |
| 25 εν θησαυροις σοφιας παραβολαι επιστημης βδελυγμα δε αμαρτωλω θεοσεβεια | |
| 26 επιθυμησας σοφιαν διατηρησον εντολας και κυριος χορηγησει σοι αυτην | |
| 27 σοφια γαρ και παιδεια φοβος κυριου και η ευδοκια αυτου πιστις και πραοτης | |
| 28 μη απειθησης φοβω κυριου και μη προσελθης αυτω εν καρδια δισση | |
| 29 μη υποκριθης εν στομασιν ανθρωπων και εν τοις χειλεσιν σου προσεχε | |
| 30 μη εξυψου σεαυτον ινα μη πεσης και επαγαγης τη ψυχη σου ατιμιαν και αποκαλυψει κυριος τα κρυπτα σου και εν μεσω συναγωγης καταβαλει σε οτι ου προσηλθες φοβω κυριου και η καρδια σου πληρης δολου | |