ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 1
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | Biblija Hrvatski |
---|---|
1 Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν | 1 Ljubite pravednost, vi suci zemaljski, pravednim mislima mislite o Gospodinu i tražite ga u jednostavnosti srca. |
2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ | 2 Jer njega nalaze koji ga ne iskušavaju i otkriva se onima koji mu ne uskraćuju svoju vjeru. |
3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας | 3 A podmukle misli otuđuju od Boga i iskušavana Svemoć posramljuje bezumnike. |
4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας | 4 Jer mudrost ne ulazi u dušu opaku i ne nastanjuje se u tijelu grijehu podložnu. |
5 ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας | 5 Jer sveti duh pouke bježi od prijevare i uklanja se od misli bezumnih i uzmiče kad se nepravda pojavi. |
6 φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής | 6 Jer mudrost je duh čovjekoljubiv, ali hulniku neće oprostiti njegovih riječi, jer Bog proniče bubrege njegove, istinski mu srce nadzire i sluša njegove riječi. |
7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς | 7 Doista duh Gospodnji ispunja svemir, i on, koji drži sve, zna i sve što se govori. |
8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη | 8 Zato ne ostaje skriven tko nepravedno govori niti će ga mimoići osvetnička pravda. |
9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ | 9 Jer se namisli bezbožnikove točno ispituju i glas riječi njegovih ide sve do Gospoda da se kazne bezakonja njegova. |
10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται | 10 Jer postoji uho ljubomorno koje čuje sve i ne izmiče mu ni glasak najtišeg gunđanja. |
11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν | 11 Čuvajte se isprazna gunđanja i čuvajte jezik od opakih riječi, jer i najtajnija riječ nije bez učinka, a lažljiva usta ubijaju dušu. |
12 μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν | 12 Ne trčite za smrću stranputicama života svojeg i ne navlačite na se propast djelima ruku svojih. |
13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων | 13 Jer Bog nije stvorio smrt niti se raduje propasti živih. |
14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς | 14 Već je sve stvorio da sve opstane, i spasonosni su stvorovi svijeta, i u njima nema smrtonosna otrova. I podzemlje ne vlada zemljom, |
15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν 16ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι | 15 jer pravednost je besmrtna. |
16 πλησμονη σοφιας φοβεισθαι τον κυριον και μεθυσκει αυτους απο των καρπων αυτης | 16 Ali bezbožnici dozivaju smrt i rukama i riječju i za njom ginu smatrajući je prijateljem i s njome ugovor sklapaju, dostojni da joj pripadaju. |
17 παντα τον οικον αυτων εμπλησει επιθυμηματων και τα αποδοχεια απο των γενηματων αυτης | |
18 στεφανος σοφιας φοβος κυριου αναθαλλων ειρηνην και υγιειαν ιασεως | |
19 και ειδεν και εξηριθμησεν αυτην επιστημην και γνωσιν συνεσεως εξωμβρησεν και δοξαν κρατουντων αυτης ανυψωσεν | |
20 ριζα σοφιας φοβεισθαι τον κυριον και οι κλαδοι αυτης μακροημερευσις | |
21 - | |
22 ου δυνησεται θυμος αδικος δικαιωθηναι η γαρ ροπη του θυμου αυτου πτωσις αυτω | |
23 εως καιρου ανθεξεται μακροθυμος και υστερον αυτω αναδωσει ευφροσυνη | |
24 εως καιρου κρυψει τους λογους αυτου και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου | |
25 εν θησαυροις σοφιας παραβολαι επιστημης βδελυγμα δε αμαρτωλω θεοσεβεια | |
26 επιθυμησας σοφιαν διατηρησον εντολας και κυριος χορηγησει σοι αυτην | |
27 σοφια γαρ και παιδεια φοβος κυριου και η ευδοκια αυτου πιστις και πραοτης | |
28 μη απειθησης φοβω κυριου και μη προσελθης αυτω εν καρδια δισση | |
29 μη υποκριθης εν στομασιν ανθρωπων και εν τοις χειλεσιν σου προσεχε | |
30 μη εξυψου σεαυτον ινα μη πεσης και επαγαγης τη ψυχη σου ατιμιαν και αποκαλυψει κυριος τα κρυπτα σου και εν μεσω συναγωγης καταβαλει σε οτι ου προσηλθες φοβω κυριου και η καρδια σου πληρης δολου |