Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 1


font
LXXNEW AMERICAN BIBLE
1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ1 Paul, an apostle of Christ Jesus by the will of God for the promise of life in Christ Jesus,
2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ, χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.2 to Timothy, my dear child: grace, mercy, and peace from God the Father and Christ Jesus our Lord.
3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας,3 I am grateful to God, whom I worship with a clear conscienceas my ancestors did, as I remember you constantly in my prayers, night and day.
4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,4 I yearn to see you again, recalling your tears, so that I may be filled with joy,
5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.5 as I recall your sincere faith that first lived in your grandmother Lois and in your mother Eunice and that I am confident lives also in you.
6 Δι’ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.6 For this reason, I remind you to stir into flame the gift of God that you have through the imposition of my hands.
7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.7 For God did not give us a spirit of cowardice but rather of power and love and self-control.
8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,8 So do not be ashamed of your testimony to our Lord, nor of me, a prisoner for his sake; but bear your share of hardship for the gospel with the strength that comes from God.
9 τοῦ σώσαντος ἡμᾶς
καὶ καλέσαντος κλήσει ἁγίᾳ,
οὐ κατὰ τὰ ἔργα ἡμῶν
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν,
τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ
πρὸ χρόνων αἰωνίων,
9 He saved us and called us to a holy life, not according to our works but according to his own design and the grace bestowed on us in Christ Jesus before time began,
10 φανερωθεῖσαν δὲ νῦν
διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ,
καταργήσαντος μὲν τὸν θάνατον
φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
10 but now made manifest through the appearance of our savior Christ Jesus, who destroyed death and brought life and immortality to light through the gospel,
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος,11 for which I was appointed preacher and apostle and teacher.
12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω· ἀλλ’ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.12 On this account I am suffering these things; but I am not ashamed, for I know him in whom I have believed and am confident that he is able to guard what has been entrusted to me until that day.
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·13 Take as your norm the sound words that you heard from me, in the faith and love that are in Christ Jesus.
14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.14 Guard this rich trust with the help of the holy Spirit that dwells within us.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.15 You know that everyone in Asia deserted me, including Phygelus and Hermogenes.
16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,16 May the Lord grant mercy to the family of Onesiphorus because he often gave me new heart and was not ashamed of my chains.
17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν·17 But when he came to Rome, he promptly searched for me and found me.
18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.18 May the Lord grant him to find mercy from the Lord on that day. And you know very well the services he rendered in Ephesus.