Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 1


font
LXXGREEK BIBLE
1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ1 Παυλος, αποστολος Ιησου Χριστου δια θεληματος Θεου κατα την επαγγελιαν της ζωης της εν Χριστω Ιησου,
2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ, χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.2 προς Τιμοθεον το αγαπητον τεκνον? ειη χαρις, ελεος, ειρηνη απο Θεου Πατρος και Χριστου Ιησου του Κυριου ημων.
3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας,3 Ευχαριστω τον Θεον, τον οποιον λατρευω απο προγονων μετα καθαρας συνειδησεως, οτι αδιαλειπτως σε ενθυμουμαι εν ταις δεησεσι μου νυκτα και ημεραν,
4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,4 επιποθων να σε ιδω, ενθυμουμενος τα δακρυα σου, δια να εμπλησθω χαρας,
5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.5 ανακαλων εις την μνημην μου την εν σοι ανυποκριτον πιστιν, ητις πρωτον κατωκησεν εν τη μαμμη σου Λωιδι και εν τη μητρι σου Ευνικη, ειμαι δε πεπεισμενος οτι και εν σοι.
6 Δι’ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.6 Δια την οποιαν αιτιαν σε υπενθυμιζω να αναζωπυρης το χαρισμα του Θεου, το οποιον ειναι εν σοι δια της επιθεσεως των χειρων μου?
7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.7 διοτι δεν εδωκεν εις ημας ο Θεος πνευμα δειλιας, αλλα δυναμεως και αγαπης και σωφρονισμου.
8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,8 Μη αισχυνθης λοιπον την μαρτυριαν του Κυριου ημων μηδε εμε τον δεσμιον αυτου, αλλα συγκακοπαθησον μετα του ευαγγελιου με την δυναμιν του Θεου,
9 τοῦ σώσαντος ἡμᾶς
καὶ καλέσαντος κλήσει ἁγίᾳ,
οὐ κατὰ τὰ ἔργα ἡμῶν
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν,
τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ
πρὸ χρόνων αἰωνίων,
9 οστις εσωσεν ημας και εκαλεσε με κλησιν αγιαν, ουχι κατα τα εργα ημων, αλλα κατα την εαυτου προθεσιν και χαριν, την δοθεισαν εις ημας εν Χριστω Ιησου προ χρονων αιωνιων,
10 φανερωθεῖσαν δὲ νῦν
διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ,
καταργήσαντος μὲν τὸν θάνατον
φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
10 φανερωθεισαν δε τωρα δια της επιφανειας του Σωτηρος ημων Ιησου Χριστου, οστις κατηργησε μεν τον θανατον, εφερε δε εις φως την ζωην και την αφθαρσιαν δια του ευαγγελιου,
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος,11 εις το οποιον εταχθην εγω κηρυξ και αποστολος και διδασκαλος των εθνων.
12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω· ἀλλ’ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.12 Δια την οποιαν αιτιαν και πασχω ταυτα, πλην δεν επαισχυνομαι? διοτι εξευρω εις τινα επιστευσα, και ειμαι πεπεισμενος οτι ειναι δυνατος να φυλαξη την παρακαταθηκην μου μεχρις εκεινης της ημερας.
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·13 Κρατει το υποδειγμα των υγιαινοντων λογων, τους οποιους ηκουσας παρ' εμου, μετα πιστεως και αγαπης της εν Χριστω Ιησου.
14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.14 Την καλην παρακαταθηκην φυλαξον δια του Πνευματος του Αγιου του ενοικουντος εν ημιν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.15 Εξευρεις τουτο, οτι με απεστραφησαν παντες οι εν τη Ασια, εκ των οποιων ειναι ο Φυγελλος και ο Ερμογενης.
16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,16 Ειθε ο Κυριος να δωση ελεος εις τον οικον του Ονησιφορου, διοτι πολλακις με παρηγορησε και δεν επησχυνθη την αλυσιν μου,
17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν·17 αλλ' οτε ηλθεν εις την Ρωμην, με εζητησε μετα σπουδης πολλης και με ευρεν?
18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.18 ειθε ο Κυριος να δωση εις αυτον να ευρη ελεος παρα Κυριου εν εκεινη τη ημερα? και οσας διακονιας εκαμεν εν Εφεσω, συ εξευρεις καλητερα.