Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera ai Galati - Galatians 4


font
LXXGREEK BIBLE
1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,1 Λεγω δε, εφ ' οσον χρονον ο κληρονομος ειναι νηπιος, δεν διαφερει δουλου, αν και ηναι κυριος παντων,
2 ἀλλ’ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.2 αλλ' ειναι υπο επιτροπους και οικονομους μεχρι της προθεσμιας υπο του πατρος.
3 οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·3 Ουτω και ημεις, οτε ημεθα νηπιοι, υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι?
4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,4 οτε ομως ηλθε το πληρωμα του χρονου, εξαπεστειλεν ο Θεος τον Υιον αυτου, οστις εγεννηθη εκ γυναικος και υπεταγη εις τον νομον,
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.5 δια να εξαγοραση τους υπο νομον, δια να λαβωμεν την υιοθεσιαν.
6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· αββα ὁ πατήρ.6 Και επειδη εισθε υιοι, εξαπεστειλεν ο Θεος το Πνευμα του Υιου αυτου εις τας καρδιας σας, το οποιον κραζει? Αββα, ο Πατηρ.
7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ.7 Οθεν δεν εισαι πλεον δουλος αλλ' υιος? εαν δε υιος, και κληρονομος του Θεου δια του Χριστου.
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς·8 Αλλα τοτε μεν μη γνωριζοντες τον Θεον, εδουλευσατε εις τους μη φυσει οντας Θεους?
9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;9 τωρα δε αφου εγνωρισατε τον Θεον, μαλλον δε εγνωρισθητε υπο του Θεου, πως επιστρεφετε παλιν εις τα ασθενη και πτωχα στοιχεια, εις τα οποια παλιν ως προτερον θελετε να δουλευητε;
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς,10 Ημερας παρατηρειτε και μηνας και καιρους και ενιαυτους.
11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.11 Φοβουμαι δια σας, μηπως ματαιως εκοπιασα εις εσας.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·12 Γινεσθε ως εγω, διοτι και εγω ειμαι καθως σεις, αδελφοι, σας παρακαλω, ουδολως με ηδικησατε?
13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,13 εξευρετε δε οτι προτερον σας εκηρυξα το ευαγγελιον εν ασθενεια της σαρκος,
14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.14 και δεν εξουθενησατε ουδ' απερριψατε τον πειρασμον μου τον εν τη σαρκι μου, αλλα με εδεχθητε ως αγγελον Θεου, ως Χριστον Ιησουν.
15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.15 Τις λοιπον ητο ο μακαρισμος σας; επειδη μαρτυρω προς εσας οτι ει δυνατον τους οφθαλμους σας ηθελετε εκβαλει και δωσει εις εμε.
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;16 Εχθρος σας εγεινα λοιπον, διοτι σας λεγω την αληθειαν;
17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε·17 Δεικνυουσι ζηλον προς εσας, ουχι ομως καλον, αλλα θελουσι να σας αποκλεισωσι, δια να εχητε σεις ζηλον προς αυτους.
18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.18 Καλον δε ειναι να ησθε ζηλωται προς το καλον παντοτε και ουχι μονον οταν ευρισκωμαι μεταξυ σας.
19 τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·19 Τεκνια μου, δια τους οποιους παλιν ειμαι εις ωδινας, εωσου μορφωθη ο Χριστος εν υμιν?
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.20 ηθελον δε να παρευρισκωμαι μεταξυ σας τωρα και να αλλαξω την φωνην μου, διοτι απορω δια σας.
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;21 Ειπατε μοι οι θελοντες να ησθε υπο νομον? τον νομον δεν ακουετε;
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.22 Διοτι ειναι γεγραμμενον οτι ο Αβρααμ εγεννησε δυο υιους, ενα εκ της δουλης και ενα εκ της ελευθερας.
23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’ ἐπαγγελίας.23 Αλλ' ο μεν εκ της δουλης εγεννηθη κατα σαρκα, ο δε εκ της ελευθερας δια της επαγγελιας?
24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ.24 Τα οποια ειναι κατα αλληγοριαν? διοτι αυται ειναι αι δυο διαθηκαι, μια μεν απο του ορους Σινα, η γεννωσα προς δουλειαν, ητις ειναι η Αγαρ.
25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.25 Διοτι το Αγαρ ειναι το ορος Σινα εν τη Αραβια, και ταυτιζεται με την σημερινην Ιερουσαλημ, ειναι δε εις δουλειαν μετα των τεκνων αυτης?
26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·26 η δε ανω Ιερουσαλημ ειναι ελευθερα, ητις ειναι μητηρ παντων ημων.
27 γέγραπται γάρ·
εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα,
ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου
μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
27 Διοτι ειναι γεγραμμενον? Ευφρανθητι, στειρα η μη τικτουσα, εκβαλε φωνην και βοησον, η μη ωδινουσα? διοτι τα τεκνα της ερημου ειναι πλειοτερα παρα τα τεκνα της εχουσης τον ανδρα.
28 Ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ.28 ημεις δε, αδελφοι, καθως ο Ισαακ επαγγελιας τεκνα ειμεθα.
29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.29 Αλλα καθως τοτε ο κατα σαρκα γεννηθεις εδιωκε τον κατα πνευμα, ουτω και τωρα.
30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.30 Αλλα τι λεγει η γραφη; Εκβαλε την δουλην και τον υιον αυτης? διοτι δεν θελει κληρονομησει ο υιος της δουλης μετα του υιου της ελευθερας.
31 διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.31 Λοιπον, αδελφοι, δεν ειμεθα της δουλης τεκνα, αλλα της ελευθερας.