Scrutatio

Friday, 14 June 2024 - Sant´ Eliseo ( Letture di oggi)

ΙΕΖΕΚΙΗΛ - Ezechiele - Ezekiel 22


font

1και εγενετο λογος κυριου προς με λεγων2και συ υιε ανθρωπου ει κρινεις την πολιν των αιματων και παραδειξον αυτη πασας τας ανομιας αυτης3και ερεις ταδε λεγει κυριος κυριος ω πολις εκχεουσα αιματα εν μεσω αυτης του ελθειν καιρον αυτης και ποιουσα ενθυμηματα καθ' αυτης του μιαινειν αυτην4εν τοις αιμασιν αυτων οις εξεχεας παραπεπτωκας και εν τοις ενθυμημασιν σου οις εποιεις εμιαινου και ηγγισας τας ημερας σου και ηγαγες καιρον ετων σου δια τουτο δεδωκα σε εις ονειδος τοις εθνεσιν και εις εμπαιγμον πασαις ταις χωραις5ταις εγγιζουσαις προς σε και ταις μακραν απεχουσαις απο σου και εμπαιξονται εν σοι ακαθαρτος η ονομαστη και πολλη εν ταις ανομιαις6ιδου οι αφηγουμενοι οικου ισραηλ εκαστος προς τους συγγενεις αυτου συνανεφυροντο εν σοι οπως εκχεωσιν αιμα7πατερα και μητερα εκακολογουν εν σοι και προς τον προσηλυτον ανεστρεφοντο εν αδικιαις εν σοι ορφανον και χηραν κατεδυναστευον εν σοι8και τα αγια μου εξουδενουν και τα σαββατα μου εβεβηλουν εν σοι9ανδρες λησται εν σοι οπως εκχεωσιν εν σοι αιμα και επι των ορεων ησθοσαν εν σοι ανοσια εποιουν εν μεσω σου10αισχυνην πατρος απεκαλυψαν εν σοι και εν ακαθαρσιαις αποκαθημενην εταπεινουν εν σοι11εκαστος την γυναικα του πλησιον αυτου ηνομουσαν και εκαστος την νυμφην αυτου εμιαινεν εν ασεβεια και εκαστος την αδελφην αυτου θυγατερα του πατρος αυτου εταπεινουν εν σοι12δωρα ελαμβανοσαν εν σοι οπως εκχεωσιν αιμα τοκον και πλεονασμον ελαμβανοσαν εν σοι και συνετελεσω συντελειαν κακιας σου την εν καταδυναστεια εμου δε επελαθου λεγει κυριος13εαν δε παταξω χειρα μου προς χειρα μου εφ' οις συντετελεσαι οις εποιησας και επι τοις αιμασιν σου τοις γεγενημενοις εν μεσω σου14ει υποστησεται η καρδια σου ει κρατησουσιν αι χειρες σου εν ταις ημεραις αις εγω ποιω εν σοι εγω κυριος λελαληκα και ποιησω15και διασκορπιω σε εν τοις εθνεσιν και διασπερω σε εν ταις χωραις και εκλειψει η ακαθαρσια σου εκ σου16και κατακληρονομησω εν σοι κατ' οφθαλμους των εθνων και γνωσεσθε διοτι εγω κυριος17και εγενετο λογος κυριου προς με λεγων18υιε ανθρωπου ιδου γεγονασι μοι ο οικος ισραηλ αναμεμειγμενοι παντες χαλκω και σιδηρω και κασσιτερω και μολιβω εν μεσω αργυριου αναμεμειγμενος εστιν19δια τουτο ειπον ταδε λεγει κυριος ανθ' ων εγενεσθε παντες εις συγκρασιν μιαν δια τουτο εγω εισδεχομαι υμας εις μεσον ιερουσαλημ20καθως εισδεχεται αργυρος και χαλκος και σιδηρος και κασσιτερος και μολιβος εις μεσον καμινου του εκφυσησαι εις αυτο πυρ του χωνευθηναι ουτως εισδεξομαι υμας εν οργη μου και συναξω και χωνευσω υμας21και εκφυσησω εφ' υμας εν πυρι οργης μου και χωνευθησεσθε εν μεσω αυτης22ον τροπον χωνευεται αργυριον εν μεσω καμινου ουτως χωνευθησεσθε εν μεσω αυτης και επιγνωσεσθε διοτι εγω κυριος εξεχεα τον θυμον μου εφ' υμας23και εγενετο λογος κυριου προς με λεγων24υιε ανθρωπου ειπον αυτη συ ει γη η ου βρεχομενη ουδε υετος εγενετο επι σε εν ημερα οργης25ης οι αφηγουμενοι εν μεσω αυτης ως λεοντες ωρυομενοι αρπαζοντες αρπαγματα ψυχας κατεσθιοντες εν δυναστεια τιμας λαμβανοντες εν αδικια και αι χηραι σου επληθυνθησαν εν μεσω σου26και οι ιερεις αυτης ηθετησαν νομον μου και εβεβηλουν τα αγια μου ανα μεσον αγιου και βεβηλου ου διεστελλον και ανα μεσον ακαθαρτου και του καθαρου ου διεστελλον και απο των σαββατων μου παρεκαλυπτον τους οφθαλμους αυτων και εβεβηλουμην εν μεσω αυτων27οι αρχοντες αυτης εν μεσω αυτης ως λυκοι αρπαζοντες αρπαγματα του εκχεαι αιμα οπως πλεονεξια πλεονεκτωσιν28και οι προφηται αυτης αλειφοντες αυτους πεσουνται ορωντες ματαια μαντευομενοι ψευδη λεγοντες ταδε λεγει κυριος και κυριος ου λελαληκεν29λαον της γης εκπιεζουντες αδικια και διαρπαζοντες αρπαγματα πτωχον και πενητα καταδυναστευοντες και προς τον προσηλυτον ουκ αναστρεφομενοι μετα κριματος30και εζητουν εξ αυτων ανδρα αναστρεφομενον ορθως και εστωτα προ προσωπου μου ολοσχερως εν καιρω της γης του μη εις τελος εξαλειψαι αυτην και ουχ ευρον31και εξεχεα επ' αυτην θυμον μου εν πυρι οργης μου του συντελεσαι τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος κυριος