Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

1 Peter 1


font
DOUAI-RHEIMSLXX
1 Peter, an apostle of Jesus Christ, to the strangers dispersed through Pontus, Galatia, Cappadocia, Asia, and Bithynia, elect,1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας
2 According to the foreknowledge of God the Father, unto the sanctification of the Spirit, unto obedience and sprinkling of the blood of Jesus Christ: Grace unto you and peace be multiplied.2 κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν ἁγιασμῷ πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
3 Blessed be the God and Father of our Lord Jesus Christ, who according to his great mercy hath regenerated us unto a lively hope, by the resurrection of Jesus Christ from the dead,3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν
4 Unto an inheritance incorruptible, and undefiled, and that can not fade, reserved in heaven for you,4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
5 Who, by the power of God, are kept by faith unto salvation, ready to be revealed in the last time.5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ
6 Wherein you shall greatly rejoice, if now you must be for a little time made sorrowful in divers temptations:6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστίν, λυπηθέντας ἐν ποικίλοις πειρασμοῖς,
7 That the trial of your faith (much more precious than gold which is tried by the fire) may be found unto praise and glory and honour at the appearing of Jesus Christ:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ
8 Whom having not seen, you love: in whom also now, though you see him not, you believe: and believing shall rejoice with joy unspeakable and glorified;8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ
9 Receiving the end of your faith, even the salvation of your souls.9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
10 Of which salvation the prophets have inquired and diligently searched, who prophesied of the grace to come in you.10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες
11 Searching what or what manner of time the Spirit of Christ in them did signify: when it foretold those sufferings that are in Christ, and the glories that should follow:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.
12 To whom it was revealed, that not to themselves, but to you they ministered those things which are now declared to you by them that have preached the gospel to you, the Holy Ghost being sent down from heaven, on whom the angels desire to look.12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτὰ ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
13 Wherefore having the loins of your mind girt up, being sober, trust perfectly in the grace which is offered you in the revelation of Jesus Christ,13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
14 As children of obedience, not fashioned according to the former desires of your ignorance:14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
15 But according to him that hath called you, who is holy, be you also in all manner of conversation holy:15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
16 Because it is written: You shall be holy, for I am holy.16 διότι γέγραπται· ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.
17 And if you invoke as Father him who, without respect of persons, judgeth according to every one's work: converse in fear during the time of your sojourning here.17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε
18 Knowing that you were not redeemed with corruptible things as gold or silver, from your vain conversation of the tradition of your fathers:18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε
ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου
19 But with the precious blood of Christ, as of a lamb unspotted and undefiled,19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ
20 Foreknown indeed before the foundation of the world, but manifested in the last times for you,20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου,
φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων
δι’ ὑμᾶς
21 Who through him are faithful in God, who raised him up from the dead, and hath given him glory, that your faith and hope might be in God.21 τοὺς δι’ αὐτοῦ πιστοὺς εἰς θεὸν
τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα,
ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22 Purifying your souls in the obedience of charity, with a brotherly love, from a sincere heart love one another earnestly:22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς
23 Being born again not of corruptible seed, but incorruptible, by the word of God who liveth and remaineth for ever.23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλ’ ἀφθάρτου διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος.
24 For all flesh is as grass; and all the glory thereof as the flower of grass. The grass is withered, and the flower thereof is fallen away.24 διότι
πᾶσα σὰρξ ὡς χόρτος
καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου·
ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν·
25 But the word of the Lord endureth for ever. And this is the word which by the gospel hath been preached unto you.25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα.
τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.