Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Wisdom 12


font
DOUAI-RHEIMSGREEK BIBLE
1 O how good and sweet is thy spirit, O Lord, in all things!1 τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν
2 And therefore thou chastisest them that err, by little and little: and admonishest them, and speakest to them, concerning the things wherein they offend: that leaving their wickedness, they may believe in thee, O Lord.2 διὸ τοὺς παραπίπτοντας κατ’ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουθετεῖς ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ κύριε
3 For those ancient inhabitants of thy holy land, whom thou didst abhor,3 καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς
4 Because they did works hateful to thee by their sorceries, and wicked sacrifices,4 μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν καὶ τελετὰς ἀνοσίους
5 And those merciless murderers of their own children, and eaters of men's bowels, and devourers of blood from the midst of thy consecration,5 τέκνων τε φονὰς ἀνελεήμονας καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος ἐκ μέσου μύστας θιάσου
6 And those parents sacrificing with their own hands helpless souls, it was thy will to destroy by the hands of our parents,6 καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν
7 That the land which of all is most dear to thee might receive a worthy colony of the children of God.7 ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ 8ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν 9οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ’ ἓν ἐκτρῖψαι
8 Yet even those thou sparedst as men, and didst send wasps, forerunners of thy host, to destroy them by little and little.8 ουκ εκδικηθησεται εν αγαθοις ο φιλος και ου κρυβησεται εν κακοις ο εχθρος
9 Not that thou wast unable to bring the wicked under the just by war, or by cruel beasts, or with one rough word to destroy them at once:9 εν αγαθοις ανδρος οι εχθροι αυτου εν λυπη και εν τοις κακοις αυτου και ο φιλος διαχωρισθησεται
10 But executing thy judgments by degrees thou gavest them place of repentance, not being ignorant that they were a wicked generation, and their malice natural, and that their thought could never be changed.10 κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα
11 For it was a cursed seed from the beginning: neither didst thou for fear of any one give pardon to their sins.11 σπέρμα γὰρ ἦν κατηραμένον ἀπ’ ἀρχῆς οὐδὲ εὐλαβούμενός τινα ἐφ’ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους
12 For who shall say to thee: What hast thou done? or who shall withstand thy judgment? or who shall come before thee to be a revenger of wicked men? or who shall accuse thee, if the nations perish, which thou hast made?12 τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων
13 For there is no other God but thou, who hast care of all, that thou shouldst shew that thou dost not give judgment unjustly.13 οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ ᾧ μέλει περὶ πάντων ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας
14 Neither shall king, nor tyrant in thy sight inquire about them whom thou hast destroyed.14 οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας
15 For so much then as thou art just, thou orderest all things justly: thinking it not agreeable to thy power, to condemn him who deserveth not to be punished.15 δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως
16 For thy power is the beginning of justice: and because thou art Lord of all, thou makest thyself gracious to all.16 ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ
17 For thou shewest thy power, when men will not believe thee to be absolute in power, and thou convincest the boldness of them that know thee not.17 ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις
18 But thou being master of power, judgest with tranquillity; and with great favour disposest of us: for thy power is at hand when thou wilt.18 σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι
19 But thou hast taught thy people by such works, that they must be just and humane, and hast made thy children to be of a good hope: because in judging thou givest place for repentance for sins.19 ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν
20 For if thou didst punish the enemies of thy servants, and that deserved to die, with so great deliberation, giving them time and place whereby they might be changed from their wickedness:20 εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον δι’ ὧν ἀπαλλαγῶσι τῆς κακίας
21 With what circumspection hast thou judged thy own children, to whose parents thou hast sworn and made covenants of good promises?21 μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων
22 Therefore whereas thou chastisest us, thou scourgest our enemies very many ways, to the end that when we judge we may think on thy goodness: and when we are judged, we may hope for thy mercy.22 ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος
23 Wherefore thou hast also greatly tormented them who in their life have lived foolishly and unjustly, by the same things which they worshipped.23 ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκως διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων
24 For they went astray for a long time in the ways of error, holding those things for gods which are the most worthless among beasts, living after the manner of children without understanding.24 καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες
25 Therefore thou hast sent a judgment upon them as senseless children to mock them.25 διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας
26 But they that were not amended by mockeries and reprehensions, experienced the worthy judgment of God.26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν θεοῦ κρίσιν πειράσουσιν
27 For seeing with indignation that they suffered by those very things which they took for gods, when they were destroyed by the same, they acknowledged him the true God, whom in time past they denied that they knew: for which cause the end also of their condemnation came upon them.27 ἐφ’ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς ἐν αὐτοῖς κολαζόμενοι ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσαν ἀληθῆ διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ’ αὐτοὺς ἐπῆλθεν