Scrutatio

Mercoledi, 8 maggio 2024 - Madonna del Rosario di Pompei ( Letture di oggi)

Lettera di Giuda - Jude 1


font
GREEK BIBLELXX
1 Ιουδας, δουλος Ιησου Χριστου, αδελφος δε Ιακωβου, προς τους κλητους τους ηγιασμενους υπο Θεου Πατρος, και τετηρημενους υπο του Ιησου Χριστου?1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2 ελεος πληθυνθειη εις εσας και ειρηνη και αγαπη.2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 Αγαπητοι, επειδη καταβαλλω πασαν σπουδην να σας γραφω περι της κοινης σωτηριας, ελαβον αναγκην να σας γραψω, προτρεπων εις το να αγωνιζησθε δια την πιστιν, ητις απαξ παρεδοθη εις τους αγιους.3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 Διοτι εισεχωρησαν λαθραιως τινες ανθρωποι, οιτινες ησαν παλαιοθεν προγεγραμμενοι εις ταυτην την καταδικην, ασεβεις, μεταστρεφοντες την χαριν του Θεου ημων εις ασελγειαν, και αρνουμενοι τον μονον Δεσποτην Θεον και Κυριον ημων Ιησουν Χριστον.4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5 Θελω δε να σας υπενθυμισω, αν και σεις εγνωρισατε ηδη τουτο, οτι ο Κυριος, αφου εσωσε τον λαον εκ γης Αιγυπτου, απωλεσεν υστερον τους μη πιστευσαντας.5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
6 Και αγγελους, οιτινες δεν εφυλαξαν την εαυτων αξιαν αλλα κατελιπον το ιδιον αυτων κατοικητηριον, εφυλαξε με παντοτεινα δεσμα υποκατω του σκοτους δια την κρισιν της μεγαλης ημερας?6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν,
7 καθως τα Σοδομα και τα Γομορρα και αι περιξ αυτων πολεις, εις την πορνειαν παραδοθεισαι κατα τον ομοιον με τουτους τροπον και ακολουθουσαι οπισω αλλης σαρκος, προκεινται παραδειγμα, τιμωρουμεναι με το αιωνιον πυρ.7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8 Ομοιως και ουτοι ενυπνιαζομενοι την μεν σαρκα μιαινουσι, την δε εξουσιαν καταφρονουσι και τα αξιωματα βλασφημουσιν.8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν.
9 Ο δε Μιχαηλ ο αρχαγγελος, οτε αγωνιζομενος με τον διαβολον εφιλονεικει περι του σωματος του Μωυσεως, δεν ετολμησε να επιφερη εναντιον αυτου κατηγοριαν βλασφημον, αλλ' ειπεν? Ο Κυριος να σε επιτιμηση.9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ’ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.
10 Ουτοι δε οσα μεν δεν εξευρουσι βλασφημουσιν, οσα δε φυσικως ως τα αλογα ζωα εξευρουσιν, εις ταυτα φθειρονται.10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11 Ουαι εις αυτους, διοτι περιεπατησαν εις την οδον του Καιν και χαριν μισθου εξεχυθησαν εις την πλανην του Βαλααμ, και απωλεσθησαν εις την αντιλογιαν του Κορε.11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12 Ουτοι ειναι κηλιδες εις τας αγαπας σας, συμποσιαζοντες αφοβως, βοσκοντες εαυτους, νεφελαι ανυδροι υπο ανεμων περιφερομεναι, δενδρα φθινοπωρινα ακαρπα, δις αποθανοντα, εκριζωθεντα,12 οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
13 κυματα αγρια θαλασσης επαφριζοντα τας ιδιας αυτων αισχυνας, αστερες πλανηται, δια τους οποιους το ζοφερον σκοτος ειναι τετηρημενον εις τον αιωνα.13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
14 Προεφητευσε δε περι τουτων και ο Ενωχ, εβδομος απο Αδαμ, λεγων? Ιδου, ηλθεν ο Κυριος με μυριαδας αγιων αυτου,14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15 δια να καμη κρισιν κατα παντων και να ελεγξη παντας τους ασεβεις εξ αυτων δια παντα τα εργα της ασεβειας αυτων, τα οποια επραξαν και δια παντα τα σκληρα, τα οποια ελαλησαν κατ' αυτου αμαρτωλοι ασεβεις.15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16 Ουτοι ειναι γογγυσται, μεμψιμοιροι, περιπατουντες κατα τας επιθυμιας αυτων, και το στομα αυτων λαλει υπερηφανα, και κολακευουσι προσωπα χαριν ωφελειας.16 οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 Αλλα σεις, αγαπητοι, ενθυμηθητε τους λογους τους προειρημενους υπο των αποστολων του Κυριου ημων Ιησου Χριστου,17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
18 οτι σας ελεγον οτι εν εσχατω καιρω θελουσιν εισθαι εμπαικται, περιπατουντες κατα τας ασεβεις επιθυμιας αυτων.18 ὅτι ἔλεγον ὑμῖν ἐπ’ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19 Ουτοι ειναι οι αποχωριζοντες εαυτους, ζωωδεις, Πνευμα μη εχοντες.19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20 Σεις ομως, αγαπητοι, εποικοδομουντες εαυτους επι την αγιωτατην πιστιν σας, προσευχομενοι εν Πνευματι Αγιω,20 Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21 φυλαξατε εαυτους εις την αγαπην του Θεου, προσμενοντες το ελεος του Κυριου ημων Ιησου Χριστου, εις ζωην αιωνιον.21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22 Και αλλους μεν ελεειτε, καμνοντες διακρισιν,22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
23 αλλους δε σωζετε μετα φοβου, αρπαζοντες αυτους εκ του πυρος, μισουντες και τον χιτωνα τον μεμολυσμενον απο της σαρκος.23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 Εις δε τον δυναμενον να σας φυλαξη απταιστους και να σας στηση κατενωπιον της δοξης αυτου αμωμους εν αγαλλιασει,24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25 εις τον μονον σοφον Θεον τον σωτηρα ημων, ειη δοξα και μεγαλωσυνη, κρατος και εξουσια και νυν και εις παντας τους αιωνας? αμην.25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν.