Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Prima lettera ai Corinzi - 1 Corinthians 7


font
GREEK BIBLELXX
1 Περι δε των οσων μοι εγραψατε, καλον ειναι εις τον ανθρωπον να μη εγγιση εις γυναικα?1 Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
2 δια τας πορνειας ομως ας εχη εκαστος την εαυτου γυναικα, και εκαστη ας εχη τον εαυτης ανδρα.2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 Ο ανηρ ας αποδιδη εις την γυναικα την οφειλομενην ευνοιαν? ομοιως δε και η γυνη εις τον ανδρα.3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 Η γυνη δεν εξουσιαζει το εαυτης σωμα, αλλ' ο ανηρ? ομοιως δε και ο ανηρ δεν εξουσιαζει το εαυτου σωμα, αλλ' η γυνη.4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ’ ὁ ἀνήρ, ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ’ ἡ γυνή.
5 Μη αποστερειτε αλληλους, εκτος εαν ηναι τι εκ συμφωνου προς καιρον, δια να καταγινησθε εις την νηστειαν και εις την προσευχην? και παλιν συνερχεσθε επι το αυτο, δια να μη σας πειραζη ο Σατανας δια την ακρατειαν σας.5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 Λεγω δε τουτο κατα συγγνωμην, ουχι κατα προσταγην.6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ’ ἐπιταγήν.
7 Διοτι θελω παντας τους ανθρωπους να ηναι καθως και εμαυτον? αλλ' εκαστος εχει ιδιαιτερον χαρισμα εκ Θεου, αλλος μεν ουτως, αλλος δε ουτως.7 θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
8 Λεγω δε προς τους αγαμους και προς τας χηρας, καλον ειναι εις αυτους εαν μεινωσι καθως και εγω.8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
9 Αλλ' εαν δεν εγκρατευωνται, ας νυμφευθωσι? διοτι καλητερον ειναι να νυμφευθωσι παρα να εξαπτωνται.9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
10 Εις δε τους νενυμφευμενους παραγγελλω, ουχι εγω αλλ' ο Κυριος, να μη χωρισθη η γυνη απο του ανδρος αυτης?10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι,
11 αλλ' εαν και χωρισθη, ας μενη αγαμος η ας συνδιαλλαγη με τον ανδρα? και ο ανηρ να μη αφινη την εαυτου γυναικα.11 – ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω, – καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Προς δε τους λοιπους εγω λεγω, ουχι ο Κυριος? Εαν τις αδελφος εχη γυναικα απιστον, και αυτη συγκατανευη να συνοικη μετ' αυτου, ας μη αφινη αυτην?12 Τοῖς δὲ λοιποῖς λέγω ἐγὼ οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
13 και γυνη ητις εχει ανδρα απιστον, και αυτος συγκατανευει να συνοικη μετ' αυτης, ας μη αφινη αυτον.13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
14 Διοτι ο ανηρ ο απιστος ηγιασθη δια της γυναικος, και η γυνη η απιστος ηγιασθη δια του ανδρος? επειδη αλλως τα τεκνα σας ηθελον εισθαι ακαθαρτα, αλλα τωρα ειναι αγια.14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15 Εαν δε ο απιστος χωριζηται, ας χωρισθη. Ο αδελφος ομως η αδελφη δεν ειναι δεδουλωμενοι εις τα τοιαυτα? ο Θεος ομως προσεκαλεσεν ημας εις ειρηνην.15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός.
16 Διοτι τι εξευρεις, γυναι, αν μελλης να σωσης τον ανδρα; η τι εξευρεις, ανερ, αν μελλης να σωσης την γυναικα;16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 Αλλα καθως ο Θεος εμοιρασεν εις εκαστον, και καθως ο Κυριος προσεκαλεσεν εκαστον, ουτως ας περιπατη. Και ουτω διαταττω εις πασας τας εκκλησιας.17 Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός, οὕτως περιπατείτω. καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18 Προσεκληθη τις εις την πιστιν περιτετμημενος; Ας μη καλυπτη την περιτομην. Προσεκληθη τις απεριτμητος; Ας μη περιτεμνηται.18 περιτετμημένος τις ἐκλήθη, μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ κέκληταί τις, μὴ περιτεμνέσθω.
19 Η περιτομη ειναι ουδεν, και η ακροβυστια ειναι ουδεν, αλλ' η τηρησις των εντολων του Θεου.19 ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.
20 Εκαστος εν τη κλησει, καθ' ην εκληθη, εν ταυτη ας μενη.20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21 Εκληθης δουλος; μη σε μελη? αλλ' εαν δυνασαι να γεινης ελευθερος, μεταχειρισου τουτο καλητερα.21 δοῦλος ἐκλήθης, μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 Διοτι οστις δουλος εκληθη εις τον Κυριον, ειναι απελευθερος του Κυριου? ομοιως και οστις ελευθερος εκληθη, δουλος ειναι του Χριστου.22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν, ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
23 Δια τιμης ηγορασθητε? μη γινεσθε δουλοι ανθρωπων.23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 Εκαστος, αδελφοι, εις ο, τι εκληθη, εν τουτω ας μενη παρα τω Θεω.24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25 Περι δε των παρθενων προσταγην του Κυριου δεν εχω? αλλα γνωμην διδω ως ηλεημενος υπο του Κυριου να ημαι πιστος.25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.
26 Τουτο λοιπον νομιζω οτι ειναι καλον δια την παρουσαν αναγκην, οτι καλον ειναι εις τον ανθρωπον να ηναι ουτως.26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27 Εισαι δεδεμενος με γυναικα; μη ζητει λυσιν. Εισαι λελυμενος απο γυναικος; μη ζητει γυναικα.27 δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα.
28 Πλην και εαν νυμφευθης, δεν ημαρτησας? και εαν η παρθενος νυμφευθη, δεν ημαρτησεν? αλλ' οι τοιουτοι θελουσιν εχει θλιψιν εν τη σαρκι? εγω δε σας φειδομαι.28 ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 Λεγω δε τουτο, αδελφοι, οτι ο επιλοιπος καιρος ειναι συντομος, ωστε και οι εχοντες γυναικας να ηναι ως μη εχοντες,29 Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
30 και οι κλαιοντες ως μη κλαιοντες, και οι χαιροντες ως μη χαιροντες, και οι αγοραζοντες ως μη εχοντες κατοχην,30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
31 και οι μεταχειριζομενοι τον κοσμον τουτον ως μηδολως μεταχειριζομενοι? διοτι το σχημα του κοσμου τουτου παρερχεται.31 καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 Θελω δε να ησθε αμεριμνοι. Ο αγαμος μεριμνα τα του Κυριου, πως να αρεση εις τον Κυριον?32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ·
33 ο δε νενυμφευμενος μεριμνα τα του κοσμου, πως να αρεση εις την γυναικα.33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί,
34 Διαφερει η γυνη και η παρθενος. Η αγαμος μεριμνα τα του Κυριου, δια να ηναι αγια και το σωμα και το πνευμα? η δε νενυμφευμενη μεριμνα τα του κοσμου, πως να αρεση εις τον ανδρα.34 καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
35 Λεγω δε τουτο δια το συμφερον υμων αυτων, ουχι δια να βαλω εις εσας παγιδα, αλλα δια το σεμνοπρεπες, και δια να ησθε προσκεκολλημενοι εις τον Κυριον χωρις περισπασμους.35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
36 Αλλ' εαν τις νομιζη οτι ασχημονει προς την παρθενον αυτου, αν παρηλθεν η ακμη αυτης, και πρεπη να γεινη ουτως, ας καμη ο, τι θελει? δεν αμαρτανει? ας υπανδρευωνται.36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν.
37 Οστις ομως στεκει στερεος εν τη καρδια, μη εχων αναγκην, εχει ομως εξουσιαν περι του ιδιου αυτου θεληματος, και απεφασισε τουτο εν τη καρδια αυτου, να φυλαττη την εαυτου παρθενον, πραττει καλως.37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει.
38 Ωστε και οστις υπανδρευει πραττει καλως, αλλ' ο μη υπανδρευων πραττει καλητερα.38 ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
39 Η γυνη ειναι δεδεμενη δια του νομου εφ' οσον καιρον ζη ο ανηρ αυτης? εαν δε ο ανηρ αυτης αποθανη, ειναι ελευθερα να υπανδρευθη με οντινα θελει, μονον να γινηται τουτο εν Κυριω.39 Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ.
40 Μακαριωτερα ομως ειναι εαν μεινη ουτω, κατα την εμην γνωμην? νομιζω δε οτι και εγω εχω Πνευμα Θεου.40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.