Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Atti degli Apostoli - Acts 24


font
GREEK BIBLELXX
1 Μετα δε πεντε ημερας κατεβη ο αρχιερευς Ανανιας μετα των πρεσβυτερων και μετα τινος Τερτυλλου ρητορος, οιτινες ενεφανισθησαν εις τον ηγεμονα κατα του Παυλου.1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 Προσκληθεντος δε αυτου, ηρχισε να κατηγορη ο Τερτυλλος, λεγων? Επειδη απολαμβανομεν δια σου πολλην ησυχιαν και γινονται εις το εθνος τουτο λαμπρα πραγματα δια της προνοιας σου,2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3 κατα παντα και πανταχου ευγνωμονουμεν, κρατιστε Φηλιξ, μετα πασης ευχαριστιας.3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 Αλλα δια να μη σε απασχολω περισσοτερον, παρακαλω να ακουσης ημας συντομως με την επιεικειαν σου.4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 Επειδη ευρομεν τον ανθρωπον τουτον οτι ειναι φθοροποιος και διεγειρει στασιν μεταξυ ολων των κατα την οικουμενην Ιουδαιων, και ειναι πρωτοστατης της αιρεσεως των Ναζωραιων,5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 οστις και τον ναον εδοκιμασε να βεβηλωση, τον οποιον και εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν να κρινωμεν.6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν,
7 Ελθων ομως Λυσιας ο χιλιαρχος απεσπασεν αυτον μετα πολλης βιας εκ των χειρων ημων,
8 προσταξας τους κατηγορους αυτου να ελθωσιν ενωπιον σου? παρα του οποιου θελεις δυνηθη εξετασας αυτος να μαθης περι παντων τουτων, περι των οποιων ημεις κατηγορουμεν αυτον.8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 Συνωμολογησαν δε και οι Ιουδαιοι, λεγοντες οτι ταυτα ουτως εχουσι.9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Τοτε ο Παυλος, αφου ο ηγεμων ενευσεν εις αυτον να ομιληση, απεκριθη? Επειδη σε γνωριζω οτι εκ πολλων ετων εισαι κριτης εις το εθνος τουτο, απολογουμαι περι εμαυτου προθυμοτερον,10 Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11 διοτι δυνασαι να πληροφορηθης οτι δεν ειναι πλειοτεραι των δωδεκα ημερων αφου εγω ανεβην δια να προσκυνησω εν Ιερουσαλημ?11 δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
12 και ουτε εν τω ιερω ευρον εμε διαλεγομενον μετα τινος η οχλαγωγουντα, ουτε εν ταις συναγωγαις ουτε εν τη πολει?12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
13 ουδε δυνανται να φερωσιν αποδειξεις περι οσων με κατηγορουσι τωρα.13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
14 Ομολογω δε τουτο εις σε, οτι κατα την οδον, την οποιαν ουτοι λεγουσιν αιρεσιν, ουτω λατρευω τον Θεον των πατερων μου, πιστευων εις παντα τα γεγραμμενα εν τω νομω και εν τοις προφηταις,14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
15 ελπιδα εχων εις τον Θεον, την οποιαν και αυτοι ουτοι προσμενουσιν, οτι μελλει να γεινη αναστασις νεκρων, δικαιων τε και αδικων?15 ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
16 εις τουτο δε εγω σπουδαζω, εις το να εχω απταιστον συνειδησιν προς τον Θεον και προς τους ανθρωπους διαπαντος.16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 Μετα πολλα δε ετη ηλθον δια να καμω εις το εθνος μου ελεημοσυνας και προσφορας?17 δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 εν τω μεταξυ δε τουτων Ιουδαιοι τινες εκ της Ασιας ευρον με κεκαθαρισμενον εν τω ιερω, ουχι μετα οχλου ουδε μετα θορυβου,18 ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
19 οιτινες επρεπε να παρασταθωσιν ενωπιον σου και να με κατηγορησωσιν, εαν ειχον τι κατ' εμου.19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 Η αυτοι ουτοι ας ειπωσιν εαν ευρον εν εμοι τι αδικημα, οτε παρεσταθην ενωπιον του συνεδριου,20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 εκτος εαν ηναι περι ταυτης της μιας φωνης, την οποιαν εφωναξα ισταμενος μεταξυ αυτων, οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον απο σας.21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν.
22 Ακουσας δε ταυτα ο Φηλιξ ανεβαλε την κρισιν αυτων, επειδη ηξευρεν ακριβεστερα τα περι της οδου ταυτης, και ειπεν? Οταν Λυσιας ο χιλιαρχος καταβη, θελω αποφασισει περι της διαφορας σας,22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ’ ὑμᾶς·
23 και διεταξε τον εκατονταρχον να φυλαττηται ο Παυλος και να εχη ανεσιν και να μη εμποδιζωσι μηδενα εκ των οικειων αυτου να υπηρετη η να ερχηται προς αυτον.23 διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
24 Μετα δε ημερας τινας ελθων ο Φηλιξ μετα της Δρουσιλλης της γυναικος αυτου, ητις ητο Ιουδαια, μετεκαλεσε τον Παυλον και ηκουσε παρ' αυτου περι της εις Χριστον πιστεως.24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.
25 Ενω δε αυτος ωμιλει περι δικαιοσυνης και εγκρατειας και περι της μελλουσης κρισεως, ο Φηλιξ γενομενος εμφοβος απεκριθη? Κατα το παρον υπαγε, και οταν λαβω καιρον θελω σε μετακαλεσει,25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε,
26 εν τουτω δε και ηλπιζεν οτι θελουσι δοθη εις αυτον χρηματα υπο του Παυλου, δια να απολυση αυτον? οθεν και συχνοτερα μετακαλων αυτον ωμιλει μετ' αυτου.26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Μετα δε την συμπληρωσιν δυο ετων ο Φηλιξ ελαβε διαδοχον τον Πορκιον Φηστον? και θελων να καμη χαριν εις τους Ιουδαιους ο Φηλιξ, αφηκε τον Παυλον δεδεμενον.27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.