Scrutatio

Venerdi, 10 maggio 2024 - San Giobbe ( Letture di oggi)

Vangelo secondo Marco - Mark 10


font
GREEK BIBLELXX
1 Και σηκωθεις εκειθεν ερχεται εις τα ορια της Ιουδαιας δια του περαν του Ιορδανου, και συνερχονται παλιν οχλοι προς αυτον, και ως εσυνειθιζε, παλιν εδιδασκεν αυτους.1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [καὶ] πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
2 Και προσελθοντες οι Φαρισαιοι, ηρωτησαν αυτον αν συγχωρηται εις ανδρα να χωρισθη την γυναικα αυτου, πειραζοντες αυτον.2 Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 Ο δε αποκριθεις ειπε προς αυτους? τι προσεταξεν εις εσας ο Μωυσης;3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
4 Οι δε ειπον? Ο Μωυσης συνεχωρησε να γραψη εγγραφον διαζυγιου και να χωρισθη αυτην.4 οἱ δὲ εἶπαν· ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 Και αποκριθεις ο Ιησους ειπε προς αυτους? Δια την σκληροκαρδιαν σας εγραψεν εις εσας την εντολην ταυτην?5 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
6 απ' αρχης ομως της κτισεως αρσεν και θηλυ εποιησεν αυτους ο Θεος?6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
7 ενεκεν τουτου θελει αφησει ανθρωπος τον πατερα αυτου και την μητερα, και θελει προσκολληθη εις την γυναικα αυτου,7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ],
8 και θελουσιν εισθαι οι δυο εις σαρκα μιαν. Ωστε δεν ειναι πλεον δυο, αλλα μια σαρξ?8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.
9 εκεινο λοιπον, το οποιον ο Θεος συνεζευξεν, ανθρωπος ας μη χωριζη.9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10 Και εν τη οικια παλιν οι μαθηται αυτου ηρωτησαν αυτον περι του αυτου,10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
11 και λεγει προς αυτους? Οστις χωρισθη την γυναικα αυτου και νυμφευθη αλλην, πραττει μοιχειαν εις αυτην?11 καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν·
12 και εαν γυνη χωρισθη τον ανδρα αυτης και συζευχθη με αλλον, μοιχευεται.12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
13 Και εφεραν προς αυτον παιδια, δια να εγγιση αυτα? οι δε μαθηται επεπληττον τους φεροντας.13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
14 Ιδων δε ο Ιησους ηγανακτησε και ειπε προς αυτους? Αφησατε τα παιδια να ερχωνται προς εμε, και μη εμποδιζετε αυτα? διοτι των τοιουτων ειναι η βασιλεια του Θεου.14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
15 Αληθως σας λεγω, Οστις δεν δεχθη την βασιλειαν του Θεου ως παιδιον, δεν θελει εισελθει εις αυτην.15 ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16 Και εναγκαλισθεις αυτα, εθετε τας χειρας επ' αυτα και ηυλογει αυτα.16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.
17 Ενω δε εξηρχετο εις την οδον, εδραμε τις και γονυπετησας εμπροσθεν αυτου, ηρωτα αυτον? Διδασκαλε αγαθε, τι να καμω δια να κληρονομησω ζωην αιωνιον;17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
18 Και ο Ιησους ειπε προς αυτον? Τι με λεγεις αγαθον; Ουδεις αγαθος ειμη εις, ο Θεος.18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
19 Τας εντολας εξευρεις? Μη μοιχευσης, Μη φονευσης, Μη κλεψης, Μη ψευδομαρτυρησης, Μη αποστερησης, Τιμα τον πατερα σου και την μητερα.19 τὰς ἐντολὰς οἶδας· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
20 Ο δε αποκριθεις ειπε προς αυτον? Διδασκαλε, ταυτα παντα εφυλαξα εκ νεοτητος μου.20 ὁ δὲ ἔφη αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21 Και ο Ιησους εμβλεψας εις αυτον, ηγαπησεν αυτον και ειπε προς αυτον? Εν σοι λειπει? υπαγε, πωλησον οσα εχεις και δος εις τους πτωχους, και θελεις εχει θησαυρον εν ουρανω, και ελθε, ακολουθει μοι, σηκωσας τον σταυρον.21 Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
22 Εκεινος ομως σκυθρωπασας δια τον λογον, ανεχωρησε λυπουμενος? διοτι ειχε κτηματα πολλα.22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Και περιβλεψας ο Ιησους, λεγει προς τους μαθητας αυτου? Ποσον δυσκολως θελουσιν εισελθει εις την βασιλειαν του Θεου οι εχοντες τα χρηματα.23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
24 Οι δε μαθηται εξεπληττοντο δια τους λογους αυτου. Και ο Ιησους παλιν αποκριθεις λεγει προς αυτους? Τεκνα, ποσον δυσκολον ειναι να εισελθωσιν εις την βασιλειαν του Θεου οι εχοντες το θαρρος αυτων εις τα χρηματα.24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·
25 Ευκολωτερον ειναι καμηλος να περαση δια της τρυπης της βελονης παρα πλουσιος να εισελθη εις την βασιλειαν του Θεου.25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [τῆς] τρυμαλιᾶς [τῆς] ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26 Εκεινοι δε σφοδρα εξεπληττοντο, λεγοντες προς εαυτους? Και τις δυναται να σωθη;26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
27 Εμβλεψας δε εις αυτους ο Ιησους, λεγει? Παρα ανθρωποις ειναι αδυνατον, αλλ' ουχι παρα τω Θεω? διοτι τα παντα ειναι δυνατα παρα τω Θεω.27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
28 Και ηρχισεν ο Πετρος να λεγη προς αυτον? Ιδου, ημεις αφηκαμεν παντα και σε ηκολουθησαμεν.28 Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.
29 Αποκριθεις δε ο Ιησους ειπεν? Αληθως σας λεγω, δεν ειναι ουδεις οστις, αφησας οικιαν η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν εμου και του ευαγγελιου,29 ἔφη ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
30 δεν θελει λαβει εκατονταπλασιονα τωρα εν τω καιρω τουτω, οικιας και αδελφους και αδελφας και μητερας και τεκνα και αγρους μετα διωγμων, και εν τω ερχομενω αιωνι ζωην αιωνιον.30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 Πολλοι ομως πρωτοι θελουσιν εισθαι εσχατοι και οι εσχατοι πρωτοι.31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι.
32 Ησαν δε εν τη οδω αναβαινοντες εις Ιεροσολυμα? και ο Ιησους προεπορευετο αυτων, και εθαυμαζον και ακολουθουντες εφοβουντο. Και παραλαβων παλιν τους δωδεκα, ηρχισε να λεγη προς αυτους τα μελλοντα να συμβωσιν εις αυτον,32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
33 οτι ιδου, αναβαινομεν εις Ιεροσολυμα και ο Υιος του ανθρωπου θελει παραδοθη εις τους αρχιερεις και εις τους γραμματεις, και θελουσι καταδικασει αυτον εις θανατον και θελουσι παραδωσει αυτον εις τα εθνη,33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
34 και θελουσιν εμπαιξει αυτον και μαστιγωσει αυτον και θελουσιν εμπτυσει εις αυτον και θανατωσει αυτον, και την τριτην ημεραν θελει αναστηθη.34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35 Τοτε ερχονται προς αυτον ο Ιακωβος και Ιωαννης, οι υιοι του Ζεβεδαιου, λεγοντες? Διδασκαλε, θελομεν να καμης εις ημας ο, τι ζητησωμεν.35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
36 Ο δε ειπε προς αυτους? Τι θελετε να καμω εις εσας;36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετέ [με] ποιήσω ὑμῖν;
37 Οι δε ειπον προς αυτον? Δος εις ημας να καθησωμεν εις εκ δεξιων σου και εις εξ αριστερων σου εν τη δοξη σου.37 οἱ δὲ εἶπαν αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 Ο δε Ιησους ειπε προς αυτους? Δεν εξευρετε τι ζητειτε. Δυνασθε να πιητε το ποτηριον, το οποιον εγω πινω, και να βαπτισθητε το βαπτισμα, το οποιον εγω βαπτιζομαι;38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 Οι δε ειπον προς αυτον? Δυναμεθα. Ο δε Ιησους ειπε προς αυτους? το μεν ποτηριον, το οποιον εγω πινω, θελετε πιει, και το βαπτισμα το οποιον εγω βαπτιζομαι, θελετε βαπτισθη?39 οἱ δὲ εἶπαν αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,
40 το να καθησητε ομως εκ δεξιων μου και εξ αριστερων μου δεν ειναι εμου να δωσω, αλλ' εις οσους ειναι ητοιμασμενον.40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
41 Και ακουσαντες οι δεκα ηρχισαν να αγανακτωσι περι Ιακωβου και Ιωαννου.41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 Ο δε Ιησους προσκαλεσας αυτους, λεγει προς αυτους? Εξευρετε οτι οι νομιζομενοι αρχοντες των εθνων κατακυριευουσιν αυτα και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτα?42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43 ουτως ομως δεν θελει εισθαι εν υμιν, αλλ' οστις θελει να γεινη μεγας εν υμιν, θελει εισθαι υπηρετης υμων,43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν, ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος,
44 και οστις εξ υμων θελει να γεινη πρωτος, θελει εισθαι δουλος παντων?44 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων δοῦλος·
45 διοτι ο Υιος του ανθρωπου δεν ηλθε δια να υπηρετηθη, αλλα δια να υπηρετηση και να δωση την ζωην αυτου λυτρον αντι πολλων.45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 Και ερχονται εις Ιεριχω. Και ενω εξηρχετο απο της Ιεριχω αυτος και οι μαθηται αυτου και οχλος ικανος, ο υιος του Τιμαιου Βαρτιμαιος ο τυφλος εκαθητο παρα την οδον ζητων.46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.
47 Και ακουσας οτι ειναι Ιησους ο Ναζωραιος, ηρχισε να κραζη και να λεγη? Υιε του Δαβιδ Ιησου, ελεησον με.47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με.
48 Και επεπληττον αυτον πολλοι δια να σιωπηση? αλλ' εκεινος πολλω μαλλον εκραζεν? Υιε του Δαβιδ, ελεησον με.48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
49 Και σταθεις ο Ιησους, ειπε να κραχθη? και κραζουσι τον τυφλον, λεγοντες προς αυτον? Θαρσει, σηκωθητι? σε κραζει.49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε, φωνεῖ σε.
50 Και εκεινος απορριψας το ιματιον αυτου, εσηκωθη και ηλθε προς τον Ιησουν.50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν.
51 Και αποκριθεις λεγει προς αυτον ο Ιησους? Τι θελεις να σοι καμω; Και ο τυφλος ειπε προς αυτον? Ραββουνι, να αναβλεψω.51 καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ραββουνι, ἵνα ἀναβλέψω.
52 Ο δε Ιησους ειπε προς αυτον? Υπαγε, η πιστις σου σε εσωσε. Και ευθυς ανεβλεψε και ηκολουθει τον Ιησουν εν τη οδω.52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.