Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 4


font
GREEK BIBLELXX
1 Τοτε ο Ιησους εφερθη υπο του Πνευματος εις την ερημον δια να πειρασθη υπο του διαβολου,1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 και νηστευσας ημερας τεσσαρακοντα και νυκτας τεσσαρακοντα, υστερον επεινασε.2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα, ὕστερον ἐπείνασεν.
3 Και ελθων προς αυτον ο πειραζων ειπεν? Εαν ησαι Υιος του Θεου, ειπε να γεινωσιν αρτοι οι λιθοι ουτοι.3 καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 Ο δε αποκριθεις ειπεν? Ειναι γεγραμμενον, Με αρτον μονον δεν θελει ζησει ο ανθρωπος, αλλα με παντα λογον εξερχομενον δια στοματος Θεου.4 ὁ δὲ ἀποκριθεὶς εἶπεν· γέγραπται· οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5 Τοτε παραλαμβανει αυτον ο διαβολος εις την αγιαν πολιν και στηνει αυτον επι το πτερυγιον του ιερου5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
6 και λεγει προς αυτον, Εαν ησαι Υιος του Θεου, ριψον σεαυτον κατω? διοτι ειναι γεγραμμενον, Οτι θελει προσταξει εις τους αγγελους αυτου περι σου, και θελουσι σε σηκωνει επι των χειρων αυτων, δια να μη προσκοψης προς λιθον τον ποδα σου.6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 Ειπε προς αυτον ο Ιησους? Παλιν ειναι γεγραμμενον, δεν θελεις πειρασει Κυριον τον Θεον σου.7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8 Παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος πολυ υψηλον, και δεικνυει εις αυτον παντα τα βασιλεια του κοσμου και την δοξαν αυτων,8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9 και λεγει προς αυτον? Ταυτα παντα θελω σοι δωσει, εαν πεσων προσκυνησης με.9 καὶ εἶπεν αὐτῷ· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 Τοτε ο Ιησους λεγει προς αυτον? Υπαγε, Σατανα? διοτι ειναι γεγραμμενον, Κυριον τον Θεον σου θελεις προσκυνησει και αυτον μονον θελεις λατρευσει.10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε, σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Τοτε αφινει αυτον ο διαβολος, και ιδου, αγγελοι προσηλθον και υπηρετουν αυτον.11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 Ακουσας δε ο Ιησους οτι ο Ιωαννης παρεδοθη, ανεχωρησεν εις την Γαλιλαιαν.12 Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 Και αφησας την Ναζαρετ ηλθε και κατωκησεν εις Καπερναουμ την παραθαλασσιαν εν τοις οριοις Ζαβουλων και Νεφθαλειμ.13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·
14 Δια να πληρωθη το ρηθεν δια Ησαιου του προφητου λεγοντος?14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
15 Γη Ζαβουλων και γη Νεφθαλειμ, κατα την οδον της θαλασσης, περαν του Ιορδανου, Γαλιλαια των εθνων.15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ,
ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου,
Γαλιλαία τῶν ἐθνῶν,
16 Ο λαος ο καθημενος εν σκοτει ειδε φως μεγα, και εις τους καθημενους εν τοπω και σκια θανατου φως ανετειλεν εις αυτους.16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει
φῶς εἶδεν μέγα,
καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου
φῶς ἀνέτειλεν αὐτοῖς.
17 Απο τοτε ηρχισεν ο Ιησους να κηρυττη και να λεγη? Μετανοειτε διοτι επλησιασεν η βασιλεια των ουρανων.17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 Περιπατων δε ο Ιησους παρα την θαλασσαν της Γαλιλαιας, ειδε δυο αδελφους, Σιμωνα τον λεγομενον Πετρον και Ανδρεαν τον αδελφον αυτου, ριπτοντας δικτυον εις την θαλασσαν? διοτι ησαν αλιεις?18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
19 και λεγει προς αυτους? Ελθετε οπισω μου και θελω σας καμει αλιεις ανθρωπων.19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20 Οι δε αφησαντες ευθυς τα δικτυα, ηκολουθησαν αυτον.20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 Και προχωρησας εκειθεν ειδεν αλλους δυο αδελφους, Ιακωβον τον του Ζεβεδαιου και Ιωαννην τον αδελφον αυτου, εν τω πλοιω μετα Ζεβεδαιου του πατρος αυτων επισκευαζοντας τα δικτυα αυτων, και εκαλεσεν αυτους.21 καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22 Οι δε αφησαντες ευθυς το πλοιον και τον πατερα αυτων, ηκολουθησαν αυτον.22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 Και περιηρχετο ο Ιησους ολην την Γαλιλαιαν, διδασκων εν ταις συναγωγαις αυτων και κηρυττων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν ασθενειαν μεταξυ του λαου.23 Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 Και διηλθεν η φημη αυτου εις ολην την Συριαν, και εφερον προς αυτον παντας τους κακως εχοντας υπο διαφορων νοσηματων και βασανων συνεχομενους και δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους, και εθεραπευσεν αυτους?24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους [καὶ] δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
25 και ηκολουθησαν αυτον οχλοι πολλοι απο της Γαλιλαιας και Δεκαπολεως και Ιεροσολυμων και Ιουδαιας και απο περαν του Ιορδανου.25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.