Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 26


font
GREEK BIBLELXX
1 Και οτε ετελειωσεν ο Ιησους παντας τους λογους τουτους, ειπε προς τους μαθητας αυτου?1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
2 Εξευρετε οτι μετα δυο ημερας γινεται το πασχα, και ο Υιος του ανθρωπου παραδιδεται δια να σταυρωθη.2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Τοτε συνηχθησαν οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι του λαου εις την αυλην του αρχιερεως του λεγομενου Καιαφα,3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα
4 και συνεβουλευθησαν να συλλαβωσι τον Ιησουν με δολον και να θανατωσωσιν.4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
5 Ελεγον δε? μη εν τη εορτη, δια να μη γεινη θορυβος εν τω λαω.5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Οτε δε ο Ιησους ητο εν Βηθανια εν τη οικια Σιμωνος του λεπρου,6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσηλθε προς αυτον γυνη εχουσα αλαβαστρον μυρου βαρυτιμου, και κατεχεεν αυτο επι την κεφαλην αυτου, ενω εκαθητο εις την τραπεζαν.7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
8 Ιδοντες δε οι μαθηται αυτου, ηγανακτησαν λεγοντες? Εις τι η απωλεια αυτη;8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 διοτι ηδυνατο τουτο το μυρον να πωληθη με πολλην τιμην και να δοθη εις τους πτωχους.9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
10 Νοησας δε ο Ιησους, ειπε προς αυτους? Δια τι ενοχλειτε την γυναικα; διοτι εργον καλον επραξεν εις εμε.10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·
11 Διοτι τους πτωχους παντοτε εχετε μεθ' εαυτων, εμε ομως παντοτε δεν εχετε.11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
12 Επειδη χυσασα αυτη το μυρον τουτο επι του σωματος μου, εκαμε τουτο δια τον ενταφιασμον μου.12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 Αληθως σας λεγω, οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω, θελει λαληθη και τουτο, το οποιον επραξεν αυτη, εις μνημοσυνον αυτης.13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 Τοτε υπηγεν εις των δωδεκα, ο λεγομενος Ιουδας Ισκαριωτης, προς τους αρχιερεις14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
15 και ειπε? Τι θελετε να μοι δωσητε, και εγω θελω σας παραδωσει αυτον; Και εκεινοι εδωκαν εις αυτον τριακοντα αργυρια.15 εἶπεν· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 Και απο τοτε εζητει ευκαιριαν δια να παραδωση αυτον.16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Την δε πρωτην των αζυμων προσηλθον οι μαθηται προς τον Ιησουν, λεγοντες προς αυτον? Που θελεις να σοι ετοιμασωμεν δια να φαγης το πασχα;17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 Και εκεινος ειπεν? Υπαγετε εις την πολιν προς τον δεινα και ειπατε προς αυτον? Ο Διδασκαλος λεγει, Ο καιρος μου επλησιασεν? εν τη οικια σου θελω καμει το πασχα μετα των μαθητων μου.18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 Και εκαμον οι μαθηται καθως παρηγγειλεν εις αυτους ο Ιησους, και ητοιμασαν το πασχα.19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Οτε δε εγεινεν εσπερα, εκαθητο εις την τραπεζαν μετα των δωδεκα.20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
21 Και ενω ετρωγον, ειπεν? Αληθως σας λεγω οτι εις εξ υμων θελει με παραδωσει.21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 Και λυπουμενοι σφοδρα, ηρχισαν να λεγωσι προς αυτον εκαστος αυτων? Μηπως εγω ειμαι, Κυριε;22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· μήτι ἐγώ εἰμι, κύριε;
23 Ο δε αποκριθεις ειπεν? Ο εμβαψας μετ' εμου εν τω πινακιω την χειρα, ουτος θελει με παραδωσει.23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.
24 Ο μεν Υιος του ανθρωπου υπαγει, καθως ειναι γεγραμμενον περι αυτου? ουαι δε εις τον ανθρωπον εκεινον, δια του οποιου ο Υιος του ανθρωπου παραδιδεται? καλον ητο εις τον ανθρωπον εκεινον, αν δεν ηθελε γεννηθη.24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 Αποκριθεις δε ο Ιουδας, οστις παρεδιδεν αυτον, ειπε? Μηπως εγω ειμαι, Ραββι; Λεγει προς αυτον? Συ ειπας.25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· σὺ εἶπας.
26 Και ενω ετρωγον, λαβων ο Ιησους τον αρτον και ευλογησας εκοψε και εδιδεν εις τους μαθητας και ειπε? Λαβετε, φαγετε? τουτο ειναι το σωμα μου?26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
27 και λαβων το ποτηριον και ευχαριστησας, εδωκεν εις αυτους, λεγων? Πιετε εξ αυτου παντες?27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες,
28 διοτι τουτο ειναι το αιμα μου το της καινης διαθηκης, το υπερ πολλων εκχυνομενον εις αφεσιν αμαρτιων.28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 Σας λεγω δε οτι δεν θελω πιει εις το εξης εκ τουτου του γεννηματος της αμπελου εως της ημερας εκεινης, οταν πινω αυτο νεον μεθ' υμων εν τη βασιλεια του Πατρος μου.29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 Και αφου υμνησαν, εξηλθον εις το ορος των ελαιων.30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31 Τοτε λεγει προς αυτους ο Ιησους? Παντες υμεις θελετε σκανδαλισθη εν εμοι την νυκτα ταυτην? διοτι ειναι γεγραμμενον, Θελω παταξει τον ποιμενα, και θελουσι διασκορπισθη τα προβατα της ποιμνης?31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ·
πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.
32 αφου δε αναστηθω, θελω υπαγει προτερον υμων εις την Γαλιλαιαν.32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 Αποκριθεις δε ο Πετρος, ειπε προς αυτον? Και αν παντες σκανδαλισθωσιν εν σοι, εγω ποτε δεν θελω σκανδαλισθη.33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
34 Ειπε προς αυτον ο Ιησους? Αληθως σοι λεγω οτι ταυτην την νυκτα, πριν φωναξη ο αλεκτωρ, τρις θελεις με απαρνηθη.34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 Λεγει προς αυτον ο Πετρος? Και αν γεινη χρεια να αποθανω μετα σου, δεν θελω σε απαρνηθη. Ομοιως ειπον και παντες οι μαθηται.35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.
36 Τοτε ερχεται μετ' αυτων ο Ιησους εις χωριον λεγομενον Γεθσημανη και λεγει προς τους μαθητας? Καθησατε αυτου, εωσου υπαγω και προσευχηθω εκει.36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως [οὗ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
37 Και παραλαβων τον Πετρον και τους δυο υιους του Ζεβεδαιου, ηρχισε να λυπηται και να αδημονη.37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Τοτε λεγει προς αυτους? Περιλυπος ειναι η ψυχη μου εως θανατου? μεινατε εδω και αγρυπνειτε μετ' εμου.38 τότε λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.
39 Και προχωρησας ολιγον επεσεν επι προσωπον αυτου, προσευχομενος και λεγων? Πατερ μου, εαν ηναι δυνατον, ας παρελθη απ' εμου το ποτηριον τουτο? πλην ουχι ως εγω θελω, αλλ' ως συ.39 Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
40 Και ερχεται προς τους μαθητας και ευρισκει αυτους κοιμωμενους, και λεγει προς τον Πετρον? Ουτω δεν ηδυνηθητε μιαν ωραν να αγρυπνησητε μετ' εμου;40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
41 αγρυπνειτε και προσευχεσθε, δια να μη εισελθητε εις πειρασμον. Το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης.41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
42 Παλιν εκ δευτερου υπηγε και προσευχηθη, λεγων? Πατερ μου, εαν δεν ηναι δυνατον τουτο το ποτηριον να παρελθη απ' εμου χωρις να πιω αυτο, γενηθητω το θελημα σου.42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 Και ελθων ευρισκει αυτους παλιν κοιμωμενους? διοτι οι οφθαλμοι αυτων ησαν βεβαρημενοι.43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Και αφησας αυτους υπηγε παλιν και προσευχηθη εκ τριτου, ειπων τον αυτον λογον.44 Καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
45 Τοτε ερχεται προς τους μαθητας αυτου και λεγει προς αυτους? Κοιμασθε το λοιπον και αναπαυεσθε? ιδου, επλησιασεν η ωρα και ο Υιος του ανθρωπου παραδιδεται εις χειρας αμαρτωλων.45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 Εγερθητε, ας υπαγωμεν? Ιδου, επλησιασεν ο παραδιδων με.46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 Και ενω αυτος ελαλει ετι, ιδου, ο Ιουδας εις των δωδεκα ηλθε, και μετ' αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και πρεσβυτερων του λαου.47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 Ο δε παραδιδων αυτον εδωκεν εις αυτους σημειον, λεγων? Οντινα φιλησω, αυτος ειναι? πιασατε αυτον.48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν.
49 Και ευθυς πλησιασας προς τον Ιησουν, ειπε? Χαιρε, Ραββι, και κατεφιλησεν αυτον.49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
50 Ο δε Ιησους ειπε προς αυτον? Φιλε, δια τι ηλθες; Τοτε προσελθοντες επεβαλον τας χειρας επι τον Ιησουν και επιασαν αυτον.50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ’ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 Και ιδου, εις των μετα του Ιησου εκτεινας την χειρα εσυρε την μαχαιραν αυτου, και κτυπησας τον δουλον του αρχιερεως απεκοψε το ωτιον αυτου.51 Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Τοτε λεγει προς αυτον ο Ιησους? Επιστρεψον την μαχαιραν σου εις τον τοπον αυτης? διοτι παντες οσοι πιασωσι μαχαιραν δια μαχαιρας θελουσιν απολεσθη.52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
53 Η νομιζεις οτι δεν δυναμαι ηδη να παρακαλεσω τον Πατερα μου, και θελει στησει πλησιον μου περισσοτερους παρα δωδεκα λεγεωνας αγγελων;53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
54 πως λοιπον θελουσι πληρωθη αι γραφαι οτι ουτω πρεπει να γεινη;54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
55 Εν εκεινη τη ωρα ειπεν ο Ιησους προς τους οχλους? Ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων να με συλλαβητε; καθ' ημεραν εκαθημην πλησιον υμων διδασκων εν τω ιερω, και δεν με επιασατε.55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
56 Τουτο δε ολον εγεινε δια να πληρωθωσιν αι γραφαι των προφητων. Τοτε οι μαθηται παντες αφησαντες αυτον εφυγον.56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οι δε πιασαντες τον Ιησουν εφεραν προς Καιαφαν τον αρχιερεα, οπου συνηχθησαν οι γραμματεις και οι πρεσβυτεροι.57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 Ο δε Πετρος ηκολουθει αυτον απο μακροθεν εως της αυλης του αρχιερεως, και εισελθων εσω εκαθητο μετα των υπηρετων δια να ιδη το τελος.58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 Οι δε αρχιερεις και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του Ιησου, δια να θανατωσωσιν αυτον,59 Οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν,
60 και δεν ευρον? και πολλων ψευδομαρτυρων προσελθοντων, δεν ευρον. Υστερον δε προσελθοντες δυο ψευδομαρτυρες,60 καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο
61 ειπον? Ουτος ειπε, Δυναμαι να χαλασω τον ναον του Θεου και δια τριων ημερων να οικοδομησω αυτον.61 εἶπαν· οὗτος ἔφη· δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.
62 Και σηκωθεις ο αρχιερευς ειπε προς αυτον? Δεν αποκρινεσαι; τι μαρτυρουσιν ουτοι κατα σου;62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν;
63 Ο δε Ιησους εσιωπα. Και αποκριθεις ο αρχιερευς ειπε προς αυτον? Σε ορκιζω εις τον Θεον τον ζωντα να ειπης προς ημας αν συ ησαι ο Χριστος ο Υιος του Θεου.63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64 Λεγει προς αυτον ο Ιησους? Συ ειπας? πλην σας λεγω, Εις το εξης θελετε ιδει τον Υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου.64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας. πλὴν λέγω ὑμῖν· ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 Τοτε ο αρχιερευς διεσχισε τα ιματια αυτου, λεγων οτι εβλασφημησε? τι χρειαν εχομεν πλεον μαρτυρων; ιδου, τωρα ηκουσατε την βλασφημιαν αυτου?65 Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν·
66 τι σας φαινεται; Και εκεινοι αποκριθεντες ειπον? Ενοχος θανατου ειναι.66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· ἔνοχος θανάτου ἐστίν.
67 Τοτε ενεπτυσαν εις το προσωπον αυτου και εγρονθισαν αυτον, αλλοι δε ερραπισαν,67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 λεγοντες? Προφητευσον εις ημας, Χριστε, τις ειναι οστις σε εκτυπησεν;68 λέγοντες· προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 Ο δε Πετρος εκαθητο εξω εν τη αυλη και προσηλθε προς αυτον μια δουλη, λεγουσα? Και συ ησο μετα Ιησου του Γαλιλαιου.69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 Ο δε ηρνηθη εμπροσθεν παντων, λεγων? Δεν εξευρω τι λεγεις.70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 Και οτε εξηλθεν εις τον πυλωνα, ειδεν αυτον αλλη και λεγει προς τους εκει, Και ουτος ητο μετα Ιησου του Ναζωραιου.71 Ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 Και παλιν ηρνηθη μεθ' ορκου οτι δεν γνωριζω τον ανθρωπον.72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 Μετ' ολιγον δε προσελθοντες οι εστωτες, ειπον προς τον Πετρον? Αληθως και συ εξ αυτων εισαι? διοτι η λαλια σου σε καμνει φανερον.73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 Τοτε ηρχισε να καταναθεματιζη και να ομνυη οτι δεν γνωριζω τον ανθρωπον. Και ευθυς εφωναξεν ο αλεκτωρ.74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 Και ενεθυμηθη ο Πετρος τον λογον του Ιησου, οστις ειχεν ειπει προς αυτον οτι πριν φωναξη ο αλεκτωρ, τρις θελεις με απαρνηθη? και εξελθων εξω εκλαυσε πικρως.75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.