Seconda lettera ai Corinzi - 2 Corinthians 6
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | CATHOLIC PUBLIC DOMAIN |
---|---|
1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· | 1 But, as a help to you, we exhort you not to receive the grace of God in vain. |
2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. | 2 For he says: “In a favorable time, I heeded you; and on the day of salvation, I helped you.” Behold, now is the favorable time; behold, now is the day of salvation. |
3 Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, | 3 May we never give offense to anyone, so that our ministry may not be disparaged. |
4 ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, | 4 But in all things, let us exhibit ourselves as ministers of God with great patience: through tribulation, difficulties, and distress; |
5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, | 5 despite wounds, imprisonment, and rebellion; with hard work, vigilance, and fasting; |
6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, | 6 by chastity, knowledge, and longsuffering; in pleasantness, in the Holy Spirit, and in unfeigned charity; |
7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, | 7 with the Word of truth, with the power of God, and with the armor of justice to the right and to the left; |
8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, | 8 through honor and dishonor, despite good reports and bad, whether seen as deceivers or truth-tellers, whether ignored or acknowledged; |
9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, | 9 as if dying and yet truly alive; as if chastised and yet not subdued; |
10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. | 10 as if sorrowful and yet always rejoicing; as if needy and yet enriching many; as if having nothing and possessing everything. |
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· | 11 Our mouth is open to you, O Corinthians; our heart is enlarged. |
12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· | 12 You are not narrowed by us, but it is by your own inner selves that you are narrowed. |
13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. | 13 But since we have the same recompense, (I am speaking as if to my own sons), you, too, should be enlarged. |
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; | 14 Do not choose to bear the yoke with unbelievers. For how can justice be a participant with iniquity? Or how can the fellowship of light be a participant with darkness? |
15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; | 15 And how can Christ join together with Belial? Or what part do the faithful have with the unfaithful? |
16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός. | 16 And what consensus does the temple of God have with idols? For you are the temple of the living God, just as God says: “I will dwell with them, and I will walk among them. And I will be their God, and they shall be my people. |
17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς | 17 Because of this, you must depart from their midst and be separate, says the Lord. And do not touch what is unclean. |
18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. | 18 Then I will accept you. And I will be a Father to you, and you shall be sons and daughters to me, says the Lord Almighty.” |