Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Lettera ai Romani - Romans 7


font
GREEK BIBLELXX
1 Η αγνοειτε, αδελφοι, διοτι λαλω προς γινωσκοντας τον νομον, οτι ο νομος εχει κυριοτητα επι του ανθρωπου εφ' οσον χρονον ζη;1 Ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσιν γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ;
2 Διοτι η υπανδρος γυνη ειναι δεδεμενη δια του νομου με τον ανδρα ζωντα? εαν δε αποθανη ο ανηρ, απαλλαττεται απο του νομου του ανδρος.2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
3 Αρα λοιπον εαν ζωντος του ανδρος συζευχθη με αλλον ανδρα, θελει εισθαι μοιχαλις? εαν ομως αποθανη ο ανηρ, ειναι ελευθερα απο του νομου, ωστε να μη ηναι μοιχαλις εαν συζευχθη με αλλον ανδρα.3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
4 Λοιπον, αδελφοι μου, και σεις εθανατωθητε ως προς τον νομον δια του σωματος του Χριστου, δια να συζευχθητε με αλλον, τον ανασταντα εκ νεκρων, δια να καρποφορησωμεν εις τον Θεον.4 ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
5 Διοτι οτε ημεθα εν τη σαρκι, τα παθη των αμαρτιων τα δια του νομου ενηργουντο εν τοις μελεσιν ημων, δια να καρποφορησωμεν εις τον θανατον?5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
6 τωρα ομως απηλλαχθημεν απο του νομου, αποθανοντος εκεινου, υπο του οποιου εκρατουμεθα, δια να δουλευωμεν κατα το νεον πνευμα και ουχι κατα το παλαιον γραμμα.6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
7 Τι λοιπον θελομεν ειπει; ο νομος ειναι αμαρτια; Μη γενοιτο. Αλλα την αμαρτιαν δεν εγνωρισα, ειμη δια του νομου? διοτι και την επιθυμιαν δεν ηθελον γνωρισει, εαν ο νομος δεν ελεγε? Μη επιθυμησης.7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις.
8 Αφορμην δε λαβουσα η αμαρτια δια της εντολης, εγεννησεν εν εμοι πασαν επιθυμιαν? διοτι χωρις του νομου η αμαρτια ειναι νεκρα.8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9 Και εγω εζων ποτε χωρις νομου? αλλ' οτε ηλθεν η εντολη, ανεζησεν αμαρτια, εγω δε απεθανον?9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν,
10 και η εντολη, ητις εδοθη προς ζωην, αυτη ευρεθη εν εμοι προς θανατον.10 ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον·
11 Διοτι η αμαρτια, λαβουσα αφορμην δια της εντολης, με εξηπατησε και δι' αυτης με εθανατωσεν.11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν.
12 Ωστε ο μεν νομος ειναι αγιος; και η εντολη αγια και δικαια και αγαθη.12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13 το αγαθον λοιπον εγεινεν εις εμε θανατος; μη γενοιτο. Αλλ' η αμαρτια, δια να φανη αμαρτια, προξενουσα εις εμε θανατον δια του αγαθου, ωστε να γεινη καθ' υπερβολην αμαρτωλος αμαρτια δια της εντολης.13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; μὴ γένοιτο· ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
14 Διοτι εξευρομεν οτι ο νομος ειναι πνευματικος? εγω δε ειμαι σαρκικος, πεπωλημενος υπο την αμαρτιαν.14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
15 Διοτι εκεινο, το οποιον πραττω, δεν γνωριζω? επειδη εκεινο το οποιον θελω τουτο δεν πραττω, αλλ' εκεινο το οποιον μισω τουτο πραττω.15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ τοῦτο ποιῶ.
16 Εαν δε εκεινο το οποιον δεν θελω τουτο πραττω, συμφωνω με τον νομον, οτι ειναι καλος.16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
17 Τωρα δε δεν πραττω πλεον τουτο εγω, αλλ' η αμαρτια η κατοικουσα εν εμοι.17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18 Διοτι εξευρω οτι δεν κατοικει εν εμοι, τουτεστιν εν τη σαρκι μου, αγαθον? επειδη το θελειν παρεστιν εις εμε, το πραττειν ομως το καλον δεν ευρισκω?18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·
19 διοτι δεν πραττω το αγαθον, το οποιον θελω? αλλα το κακον, το οποιον δεν θελω, τουτο πραττω.19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω.
20 Εαν δε εγω πραττω εκεινο το οποιον δεν θελω, δεν εργαζομαι αυτο πλεον εγω, αλλ' η αμαρτια η κατοικουσα εν εμοι.20 εἰ δὲ ὃ οὐ θέλω [ἐγὼ] τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 Ευρισκω λοιπον τον νομον τουτον οτι, ενω εγω θελω να πραττω το καλον, παρεστιν εις εμε το κακον?21 εὑρίσκω ἄρα τὸν νόμον, τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
22 διοτι ηδυνομαι μεν εις τον νομον του Θεου κατα τον εσωτερικον ανθρωπον,22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,
23 βλεπω ομως εν τοις μελεσι μου αλλον νομον αντιμαχομενον εις τον νομον του νοος μου, και αιχμαλωτιζοντα με εις τον νομον της αμαρτιας, τον οντα εν τοις μελεσι μου.23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
24 Ταλαιπωρος ανθρωπος εγω? τις θελει με ελευθερωσει απο του σωματος του θανατου τουτου;24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
25 Ευχαριστω εις τον Θεον δια Ιησου Χριστου του Κυριου ημων. Αρα λοιπον αυτος εγω με τον νουν μεν δουλευω εις τον νομον του Θεου, με την σαρκα δε εις τον νομον της αμαρτιας.25 χάρις δὲ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.