Lettera a Tito - Titus 1
Confronta con un'altra Bibbia
Cambia Bibbia
| LXX | Revised Standard Version Catholic Edition |
|---|---|
| 1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν | 1 Paul, a servant of God and an apostle of Jesus Christ, to further the faith of God's elect and their knowledge of the truth which accords with godliness, |
| 2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, | 2 in hope of eternal life which God, who never lies, promised ages ago |
| 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, | 3 and at the proper time manifested in his word through the preaching with which I have been entrusted by command of God our Savior; To Titus, my true child in a common faith: Grace and peace from God the Father and Christ Jesus our Savior. |
| 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν. | 4 . |
| 5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, | 5 This is why I left you in Crete, that you might amend what was defective, and appoint elders in every town as I directed you, |
| 6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. | 6 if any man is blameless, the husband of one wife, and his children are believers and not open to the charge of being profligate or insubordinate. |
| 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, | 7 For a bishop, as God's steward, must be blameless; he must not be arrogant or quick-tempered or a drunkard or violent or greedy for gain, |
| 8 ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ, | 8 but hospitable, a lover of goodness, master of himself, upright, holy, and self-controlled; |
| 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. | 9 he must hold firm to the sure word as taught, so that he may be able to give instruction in sound doctrine and also to confute those who contradict it. |
| 10 Εἰσὶν γὰρ πολλοὶ [καὶ] ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς, | 10 For there are many insubordinate men, empty talkers and deceivers, especially the circumcision party; |
| 11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. | 11 they must be silenced, since they are upsetting whole families by teaching for base gain what they have no right to teach. |
| 12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. | 12 One of themselves, a prophet of their own, said, "Cretans are always liars, evil beasts, lazy gluttons." |
| 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, | 13 This testimony is true. Therefore rebuke them sharply, that they may be sound in the faith, |
| 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. | 14 instead of giving heed to Jewish myths or to commands of men who reject the truth. |
| 15 πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. | 15 To the pure all things are pure, but to the corrupt and unbelieving nothing is pure; their very minds and consciences are corrupted. |
| 16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. | 16 They profess to know God, but they deny him by their deeds; they are detestable, disobedient, unfit for any good deed. |