Lettera agli Efesini - Ephesians 5
Confronta con un'altra Bibbia
Cambia Bibbia
LXX | NEW AMERICAN BIBLE |
---|---|
1 Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ | 1 So be imitators of God, as beloved children, |
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. | 2 and live in love, as Christ loved us and handed himself over for us as a sacrificial offering to God for a fragrant aroma. |
3 Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, | 3 Immorality or any impurity or greed must not even be mentioned among you, as is fitting among holy ones, |
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. | 4 no obscenity or silly or suggestive talk, which is out of place, but instead, thanksgiving. |
5 τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. | 5 Be sure of this, that no immoral or impure or greedy person, that is, an idolater, has any inheritance in the kingdom of Christ and of God. |
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. | 6 Let no one deceive you with empty arguments, for because of these things the wrath of God is coming upon the disobedient. |
7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· | 7 So do not be associated with them. |
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε | 8 For you were once darkness, but now you are light in the Lord. Live as children of light, |
9 – ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ – | 9 for light produces every kind of goodness and righteousness and truth. |
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, | 10 Try to learn what is pleasing to the Lord. |
11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. | 11 Take no part in the fruitless works of darkness; rather expose them, |
12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν, | 12 for it is shameful even to mention the things done by them in secret; |
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, | 13 but everything exposed by the light becomes visible, |
14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. | 14 for everything that becomes visible is light. Therefore, it says: "Awake, O sleeper, and arise from the dead, and Christ will give you light." |
15 Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, | 15 Watch carefully then how you live, not as foolish persons but as wise, |
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. | 16 making the most of the opportunity, because the days are evil. |
17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. | 17 Therefore, do not continue in ignorance, but try to understand what is the will of the Lord. |
18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, | 18 And do not get drunk on wine, in which lies debauchery, but be filled with the Spirit, |
19 λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, | 19 addressing one another (in) psalms and hymns and spiritual songs, singing and playing to the Lord in your hearts, |
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί. | 20 giving thanks always and for everything in the name of our Lord Jesus Christ to God the Father. |
21 Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, | 21 Be subordinate to one another out of reverence for Christ. |
22 αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, | 22 Wives should be subordinate to their husbands as to the Lord. |
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος· | 23 For the husband is head of his wife just as Christ is head of the church, he himself the savior of the body. |
24 ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. | 24 As the church is subordinate to Christ, so wives should be subordinate to their husbands in everything. |
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, | 25 Husbands, love your wives, even as Christ loved the church and handed himself over for her |
26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, | 26 to sanctify her, cleansing her by the bath of water with the word, |
27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. | 27 that he might present to himself the church in splendor, without spot or wrinkle or any such thing, that she might be holy and without blemish. |
28 οὕτως ὀφείλουσιν [καὶ] οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. | 28 So (also) husbands should love their wives as their own bodies. He who loves his wife loves himself. |
29 Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, | 29 For no one hates his own flesh but rather nourishes and cherishes it, even as Christ does the church, |
30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. | 30 because we are members of his body. |
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. | 31 "For this reason a man shall leave (his) father and (his) mother and be joined to his wife, and the two shall become one flesh." |
32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. | 32 This is a great mystery, but I speak in reference to Christ and the church. |
33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. | 33 In any case, each one of you should love his wife as himself, and the wife should respect her husband. |