Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Romani - Romans 4


font
LXXGREEK BIBLE
1 Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;1 Τι λοιπον θελομεν ειπει οτι απηλαυσεν Αβρααμ ο πατηρ ημων κατα σαρκα;
2 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς θεόν.2 Διοτι εαν ο Αβρααμ εδικαιωθη εκ των εργων, εχει καυχημα, αλλ' ουχι ενωπιον του Θεου.
3 τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.3 Επειδη τι λεγει η γραφη; Και επιστευσεν Αβρααμ εις τον Θεον, και ελογισθη εις αυτον εις δικαιοσυνην.
4 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα,4 Εις δε τον εργαζομενον ο μισθος δεν λογιζεται ως χαρις, αλλ' ως χρεος?
5 τῷ δὲ μὴ ἐργαζομένῳ πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην·5 εις τον μη εργαζομενον ομως, πιστευοντα δε εις τον δικαιουντα τον ασεβη, η πιστις αυτου λογιζεται εις δικαιοσυνην,
6 καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων·6 καθως και ο Δαβιδ λεγει τον μακαρισμον του ανθρωπου, εις τον οποιον ο Θεος λογιζεται δικαιοσυνην, χωρις εργων?
7 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι
καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
7 Μακαριοι εκεινοι, των οποιων συνεχωρηθησαν αι ανομιαι και των οποιων εσκεπασθησαν αι αμαρτιαι?
8 μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.8 μακαριος ο ανθρωπος, εις τον οποιον ο Κυριος δεν θελει λογιζεσθαι αμαρτιαν.
9 Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ· ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.9 Ουτος λοιπον ο μακαρισμος γινεται δια τους περιτετμημενους η και δια τους απεριτμητους; διοτι λεγομεν οτι η πιστις ελογισθη εις τον Αβρααμ εις δικαιοσυνην.
10 πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ·10 Πως λοιπον ελογισθη; οτε ητο εν περιτομη η εν ακροβυστια; Ουχι εν περιτομη αλλ' εν ακροβυστια?
11 καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι [καὶ] αὐτοῖς [τὴν] δικαιοσύνην,11 και ελαβε το σημειον της περιτομης, σφραγιδα της δικαιοσυνης της εκ πιστεως της εν τη ακροβυστια, δια να ηναι αυτος πατηρ παντων των πιστευοντων ενω υπαρχουσιν εν τη ακροβυστια, δια να λογισθη και εις αυτους η δικαιοσυνη,
12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.12 και πατηρ της περιτομης, ουχι μονον εις τους περιτετμημενους, αλλα και εις τους περιπατουντας εις τα ιχνη της πιστεως του πατρος ημων Αβρααμ της εν τη ακροβυστια.
13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.13 Επειδη η επαγγελια προς τον Αβρααμ η προς το σπερμα αυτου, οτι εμελλε να ηναι κληρονομος του κοσμου, δεν εγεινε δια του νομου, αλλα δια της δικαιοσυνης της εκ πιστεως.
14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·14 Διοτι εαν ηναι κληρονομοι οι εκ του νομου, η πιστις εματαιωθη και κατηργηθη η επαγγελια?
15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ δὲ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις.15 επειδη ο νομος επιφερει οργην? διοτι οπου δεν υπαρχει νομος, ουδε παραβασις υπαρχει.
16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,16 Δια τουτο εκ πιστεως η κληρονομια, δια να ηναι κατα χαριν, ωστε η επαγγελια να ηναι βεβαια εις απαν το σπερμα, ουχι μονον το εκ του νομου, αλλα και το εκ της πιστεως του Αβρααμ, οστις ειναι πατηρ παντων ημων,
17 καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.17 καθως ειναι γεγραμμενον, οτι πατερα πολλων εθνων σε κατεστησα, ενωπιον του Θεου εις τον οποιον επιστευσε, του ζωοποιουντος τους νεκρους και καλουντος τα μη οντα ως οντα?
18 Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· οὕτως ἔσται τὸ σπέρμα σου,18 οστις καιτοι μη εχων ελπιδα επιστευσεν επ' ελπιδι, οτι εμελλε να γεινη πατηρ πολλων εθνων κατα το λαληθεν? Ουτω θελει εισθαι το σπερμα σου?
19 καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα [ἤδη] νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·19 και μη ασθενησας κατα την πιστιν δεν εσυλλογισθη το σωμα αυτου οτι ητο ηδη νενεκρωμενον, εκατονταετης περιπου ων, και την νεκρωσιν της μητρας της Σαρρας?
20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ20 ουδε εδιστασεν εις την επαγγελιαν του Θεου δια της απιστιας, αλλ' ενεδυναμωθη εις την πιστιν, δοξασας τον Θεον,
21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.21 και πεποιθως οτι εκεινο, το οποιον υπεσχεθη, ειναι δυνατος και να εκτελεση.
22 διὸ [καὶ] ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.22 Δια τουτο και ελογισθη εις αυτον εις δικαιοσυνην.
23 Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ23 Δεν εγραφη δε δι' αυτον μονον, οτι ελογισθη εις αυτον,
24 ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,24 αλλα και δι' ημας, εις τους οποιους μελλει να λογισθη, τους πιστευοντας εις τον αναστησαντα εκ νεκρων Ιησουν τον Κυριον ημων,
25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.25 οστις παρεδοθη δια τας αμαρτιας ημων και ανεστη δια την δικαιωσιν ημων.