1 Απεφασισα δε τουτο κατ' εμαυτον, το να μη ελθω παλιν προς εσας με λυπην. | 1 Ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. |
2 Διοτι εαν εγω σας λυπω, και τις ειναι ο ευφραινων εμε ειμη ο λυπουμενος υπ' εμου; | 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; |
3 Και εγραψα προς εσας τουτο αυτο, ωστε οταν ελθω να μη εχω λυπην απ' εκεινων, αφ' ων επρεπε να εχω χαραν, εχων πεποιθησιν εις παντας υμας οτι η χαρα μου ειναι παντων υμων. | 3 καὶ ἔγραψα τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. |
4 Διοτι εκ πολλης θλιψεως και στενοχωριας καρδιας εγραψα προς εσας μετα πολλων δακρυων, ουχι δια να λυπηθητε, αλλα δια να γνωρισητε την αγαπην, ην εχω περισσοτερως εις εσας. | 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. |
5 Αλλ' εαν τις ελυπησε, δεν ελυπησεν εμε, ειμη κατα μερος, δια να μη επιβαρυνω παντας υμας. | 5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ’ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. |
6 Αρκετον ειναι εις τον τοιουτον αυτη η επιπληξις η υπο των πλειοτερων? | 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, |
7 ωστε το εναντιον πρεπει μαλλον να συγχωρησητε αυτον, και να παρηγορησητε, δια να μη καταποθη ο τοιουτος υπο της υπερβαλλουσης λυπης. | 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. |
8 Δια τουτο σας παρακαλω να βεβαιωσητε προς αυτον την αγαπην σας. | 8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· |
9 Επειδη δια τουτο και εγραψα, δια να γνωρισω την δοκιμασιαν σας, αν ησθε κατα παντα υπηκοοι? | 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. |
10 εις οντινα δε συγχωρειτε τι, συγχωρω και εγω? διοτι εαν εγω συνεχωρησα τι, εις οντινα συνεχωρησα, δια σας εκαμον τουτο ενωπιον του Χριστου, | 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, |
11 δια να μη υπερισχυση καθ' ημων ο Σατανας? διοτι δεν αγνοουμεν τα διανοηματα αυτου. | 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. |
12 Οτε δε ηλθον εις την Τρωαδα δια να κηρυξω το ευαγγελιον του Χριστου, και ηνοιχθη εις εμε θυρα εν Κυριω, | 12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, |
13 δεν ελαβον ανεσιν εις το πνευμα μου, διοτι δεν ευρον Τιτον τον αδελφον μου, αλλ' αποχαιρετησας αυτους εξηλθον εις Μακεδονιαν. | 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλ’ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. |
14 Πλην χαρις εις τον Θεον, οστις παντοτε καμνει ημας να βριαμβευωμεν δια του Χριστου και φανερονει εν παντι τοπω δι' ημων την οσμην της γνωσεως αυτου? | 14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ· |
15 διοτι του Χριστου ευωδια ειμεθα προς τον Θεον εις τους σωζομενους και εις τους απολλυμενους? | 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, |
16 εις τουτους μεν οσμη θανατου δια θανατον, εις εκεινους δε οσμη ζωης δια ζωην. Και προς ταυτα τις ειναι ικανος; | 16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; |
17 Διοτι ημεις καθως οι πολλοι δεν καπηλευομεν τον λογον του Θεου, αλλ' ως απο ειλικρινειας, αλλ' ως απο Θεου κατενωπιον του Θεου λαλουμεν εν Χριστω. | 17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. |