Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Atti degli Apostoli - Acts 14


font
GREEK BIBLELXX
1 Εν δε τω Ικονιω εισελθοντες ομου εις την συναγωγην των Ιουδαιων, ελαλησαν ουτως ωστε επιστευσε πολυ πληθος Ιουδαιων τε και Ελληνων.1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 Οσοι δε Ιουδαιοι δεν επειθοντο παρωξυναν και διεστρεψαν τας ψυχας των εθνικων κατα των αδελφων.2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 Ικανον λοιπον καιρον διετριψαν λαλουντες μετα παρρησιας περι του Κυριου, οστις εμαρτυρει εις τον λογον της χαριτος αυτου, και εδιδε να γινωνται σημεια και τερατα δια των χειρων αυτων.3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 Εσχισθη δε το πληθος της πολεως, και οι μεν ησαν μετα των Ιουδαιων, οι δε μετα των αποστολων.4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 Και οτε ωρμησαν οι εθνικοι και οι Ιουδαιοι μετα των αρχοντων αυτων εις το να υβρισωσι και να λιθοβολησωσιν αυτους,5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 εννοησαντες κατεφυγον εις τας πολεις της Λυκαονιας Λυστραν και Δερβην και τα περιχωρα,6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 και εκει εκηρυττον το ευαγγελιον.7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
8 Εν δε τοις Λυστροις εκαθητο ανηρ τις αδυνατος τους ποδας, χωλος υπαρχων εκ κοιλιας μητρος αυτου, οστις ποτε δεν ειχε περιπατησει.8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.
9 Ουτος ηκουε τον Παυλον λαλουντα? οστις ατενισας εις αυτον και ιδων οτι εχει πιστιν δια να σωθη,9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
10 ειπε μετα μεγαλης φωνης? Σηκωθητι επι τους ποδας σου ορθος. Και επηδα και περιεπατει.10 εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 Οι δε οχλοι, ιδοντες τουτο το οποιον εκαμεν ο Παυλος, υψωσαν την φωνην αυτων, λεγοντες Λυκαονιστι? Οι θεοι ομοιωθεντες με ανθρωπους κατεβησαν προς ημας.11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,
12 Και ωνομαζον τον μεν Βαρναβαν Δια, τον δε Παυλον Ερμην, επειδη αυτος ητο ο αρχηγος του λογου.12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 Και ο ιερευς του Διος, του οντος εμπροσθεν της πολεως αυτων, εφερε ταυρους και στεμματα εις τας πυλας μετα του οχλου και ηθελε να προσφερη θυσιαν.13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 Ακουσαντες δε οι αποστολοι Βαρναβας και Παυλος, διεσχισαν τα ιματια αυτων και επηδησαν εις το μεσον του οχλου, κραζοντες14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 και λεγοντες? Ανδρες, τι καμνετε ταυτα; και ημεις ειμεθα ανθρωποι ομοιοπαθεις με σας, κηρυττοντες προς εσας να επιστρεψητε απο τουτων των ματαιων προς τον Θεον τον ζωντα, οστις εκαμε τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις?15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 οστις εν ταις παρελθουσαις γενεαις αφηκε παντα τα εθνη να περιπατωσιν εν ταις οδοις αυτων.16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 καιτοι δεν αφηκεν αμαρτυρητον εαυτον αγαθαποιων, διδων εις ημας ουρανοθεν βροχας και καιρους καρποφορους, γεμιζων τροφης και ευφροσυνης τας καρδιας ημων.17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 Και ταυτα λεγοντες μολις εμποδισαν τους οχλους, ωστε να μη προσφερωσι θυσιαν εις αυτους.18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Εν τουτω δε ηλθον Ιουδαιοι εξ Αντιοχειας και Ικονιου, και πεισαντες τους οχλους και λιθοβολησαντες τον Παυλον, εσυραν εξω της πολεως, νομισαντες οτι απεθανεν.19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι.
20 Οτε δε περιεκυκλωσαν αυτον οι μαθηται, σηκωθεις εισηλθεν εις την πολιν και τη επαυριον εξηλθε μετα του Βαρναβα εις Δερβην.20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21 Και αφου εκηρυξαν το ευαγγελιον εν τη πολει εκεινη και εμαθητευσαν ικανους, υπεστρεψαν εις την Λυστραν και Ικονιον και Αντιοχειαν,21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν
22 επιστηριζοντες τας ψυχας των μαθητων, προτρεποντες να εμμενωσιν εις την πιστιν, και διδασκοντες οτι δια πολλων θλιψεων πρεπει να εισελθωμεν εις την βασιλειαν του Θεου.22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
23 Και αφου εχειροτονησαν εις αυτους πρεσβυτερους κατα πασαν εκκλησιαν, προσευχηθεντες με νηστειας, αφιερωσαν αυτους εις τον Κυριον, εις τον οποιον ειχον πιστευσει.23 χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 Και διελθοντες την Πισιδιαν ηλθον εις Παμφυλιαν,24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν
25 και κηρυξαντες τον λογον εν Περγη, κατεβησαν εις Ατταλειαν,25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν
26 και εκειθεν απεπλευσαν εις Αντιοχειαν, οθεν ησαν παραδεδομενοι εις την χαριν του Θεου δια το εργον, το οποιον εξετελεσαν.26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 Ελθοντες δε και συναξαντες την εκκλησιαν, ανηγγειλαν οσα εκαμεν ο Θεος δι' αυτων, και οτι ηνοιξεν εις τα εθνη θυραν πιστεως.27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 Και διετριβον εκει ουκ ολιγον καιρον μετα των μαθητων.28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.