Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Giovanni - John 15


font
LXXGREEK BIBLE
1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν.1 Εγω ειμαι η αμπελος η αληθινη, και ο Πατηρ μου ειναι ο γεωργος.
2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.2 Παν κλημα εν εμοι με φερον καρπον, εκκοπτει αυτο, και παν το φερον καρπον, καθαριζει αυτο, δια να φερη πλειοτερον καρπον.
3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·3 Τωρα σεις εισθε καθαροι δια τον λογον τον οποιον ελαλησα προς εσας.
4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.4 Μεινατε εν εμοι, και εγω εν υμιν. Καθως το κλημα δεν δυναται να φερη καρπον αφ' εαυτου, εαν δεν μεινη εν τη αμπελω, ουτως ουδε σεις, εαν δεν μεινητε εν εμοι.
5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.5 Εγω ειμαι η αμπελος, σεις τα κληματα. Ο μενων εν εμοι και εγω εν αυτω, ουτος φερει καρπον πολυν, διοτι χωρις εμου δεν δυνασθε να καμητε ουδεν.
6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.6 Εαν τις δεν μεινη εν εμοι, ριπτεται εξω ως το κλημα και ξηραινεται, και συναγουσιν αυτα και ριπτουσιν εις το πυρ, και καιονται.
7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.7 Εαν μεινητε εν εμοι και οι λογοι μου μεινωσιν εν υμιν, θελετε ζητει ο, τι αν θελητε, και θελει γεινει εις εσας.
8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί.8 Εν τουτω δοξαζεται ο Πατηρ μου, εις το να φερητε καρπον πολυν? και ουτω θελετε εισθαι μαθηται μου.
9 Καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.9 Καθως εμε ηγαπησεν ο Πατηρ, και εγω ηγαπησα εσας? μεινατε εν τη αγαπη μου.
10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.10 Εαν τας εντολας μου φυλαξητε, θελετε μεινει εν τη αγαπη μου, καθως εγω εφυλαξα τας εντολας του Πατρος μου και μενω εν τη αγαπη αυτου.
11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.11 Ταυτα ελαλησα προς εσας δια να μεινη εν υμιν η χαρα μου και η χαρα υμων να ηναι πληρης.
12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.12 Αυτη ειναι η εντολη μου, να αγαπατε αλληλους, καθως σας ηγαπησα.
13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.13 Μεγαλητεραν ταυτης αγαπην δεν εχει ουδεις, του να βαλη τις την ψυχην αυτου υπερ των φιλων αυτου.
14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.14 Σεις εισθε φιλοι μου, εαν καμνητε οσα εγω σας παραγγελλω.
15 οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.15 Δεν σας λεγω πλεον δουλους, διοτι ο δουλος δεν εξευρει τι καμνει ο κυριος αυτου? εσας δε ειπον φιλους, διοτι παντα οσα ηκουσα παρα του Πατρος μου, εφανερωσα εις εσας.
16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.16 Σεις δεν εξελεξατε εμε, αλλ' εγω εξελεξα εσας, και σας διεταξα δια να υπαγητε σεις και να καμητε καρπον, και ο καρπος σας να μενη, ωστε, ο, τι αν ζητησητε παρα του Πατρος εν τω ονοματι μου, να σας δωση αυτο.
17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.17 Ταυτα σας παραγγελλω, να αγαπατε αλληλους.
18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.18 Εαν ο κοσμος σας μιση, εξευρετε οτι εμε προτερον υμων εμισησεν.
19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.19 Εαν ησθε εκ του κοσμου, ο κοσμος ηθελεν αγαπα το ιδικον του? επειδη ομως δεν εισθε εκ του κοσμου, αλλ' εγω σας εξελεξα εκ του κοσμου, δια τουτο σας μισει ο κοσμος.
20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.20 Ενθυμεισθε τον λογον, τον οποιον εγω ειπον προς εσας? Δεν ειναι δουλος μεγαλητερος του κυριου αυτου. Εαν εμε εδιωξαν, και σας θελουσι διωξει? εαν τον λογον μου εφυλαξαν, και τον υμετερον θελουσι φυλαξει.
21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.21 Αλλα ταυτα παντα θελουσι καμει εις εσας δια το ονομα μου, διοτι δεν εξευρουσι τον πεμψαντα με.
22 Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.22 Εαν δεν ηλθον και ελαλησα προς αυτους, αμαρτιαν δεν ηθελον εχει? τωρα ομως δεν εχουσι προφασιν περι της αμαρτιας αυτων.
23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.23 Ο μισων εμε και τον Πατερα μου μισει.
24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.24 Εαν δεν εκαμον μεταξυ αυτων τα εργα, τα οποια ουδεις αλλος εκαμεν, αμαρτιαν δεν ηθελον εχει? αλλα τωρα και ειδον και εμισησαν και εμε και τον Πατερα μου.
25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν.25 Αλλα τουτο εγεινε δια να πληρωθη ο λογος, ο γεγραμμενος εν τω νομω αυτων, Οτι εμισησαν με δωρεαν.
26 Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·26 Οταν ομως ελθη ο Παρακλητος, τον οποιον εγω θελω πεμψει προς εσας παρα του Πατρος, το Πνευμα της αληθειας, το οποιον εκπορευεται παρα του Πατρος, εκεινος θελει μαρτυρησει περι εμου.
27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.27 Αλλα και σεις μαρτυρειτε, διοτι απ' αρχης μετ' εμου εισθε.