Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Lettera ai Filippesi - Philippians 3


font
GREEK BIBLELXX
1 Το λοιπον, αδελφοι μου, χαιρετε εν Κυριω. το να σας γραφω τα αυτα εις εμε μεν δεν ειναι οχληρον, εις εσας δε ασφαλες.1 Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
2 Προσεχετε τους κυνας, προσεχετε τους κακους εργατας, προσεχετε την κατατομην?2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
3 διοτι ημεις ειμεθα η περιτομη, οι λατρευοντες τον Θεον εν Πνευματι και καυχωμενοι εις τον Χριστον Ιησουν και μη εχοντες την πεποιθησιν εν τη σαρκι,3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
4 αν και εγω εχω πεποιθησιν και εν τη σαρκι. Εαν τις αλλος νομιζη οτι εχει πεποιθησιν εν τη σαρκι, εγω περισσοτερον?4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
5 περιτετμημενος την ογδοην ημεραν, εκ γενους Ισραηλ, εκ φυλης Βενιαμιν, Εβραιος εξ Εβραιων, κατα νομον Φαρισαιος,5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
6 κατα ζηλον διωκτης της εκκλησιας, κατα την δικαιοσυνην την δια του νομου διατελεσας αμεμπτος.6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
7 Πλην εκεινα, τα οποια ησαν εις εμε κερδη, ταυτα ενομισα ζημιαν δια τον Χριστον?7 [Ἀλλ’] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
8 μαλιστα δε και νομιζω τα παντα οτι ειναι ζημια δια το εξοχον της γνωσεως του Ιησου Χριστου του Κυριου μου, δια τον οποιον εζημιωθην τα παντα, και λογιζομαι οτι ειναι σκυβαλα δια να κερδησω τον Χριστον8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω
9 και να ευρεθω εν αυτω μη εχων ιδικην μου δικαιοσυνην την εκ του νομου, αλλα την δια πιστεως του Χριστου, την δικαιοσυνην την εκ Θεου δια της πιστεως,9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
10 δια να γνωρισω αυτον και την δυναμιν της αναστασεως αυτου και την κοινωνιαν των παθηματων αυτου, συμμορφουμενος με τον θανατον αυτου,10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ,
11 ισως καταντησω εις την εξαναστασιν των νεκρων.11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.
12 Ουχι οτι ελαβον ηδη το βραβειον η εγεινα ηδη τελειος, τρεχω ομως κατοπιν, ισως λαβω αυτο, δια το οποιον και εληφθην υπο του Ιησου Χριστου.12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ].
13 Αδελφοι, εγω δεν στοχαζομαι εμαυτον οτι ελαβον αυτο? αλλ' εν πραττω? τα μεν οπισω λησμονων, εις δε τα εμπροσθεν επεκτεινομενος,13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,
14 τρεχω προς τον σκοπον δια το βραβειον της ανω κλησεως του Θεου εν Χριστω Ιησου.14 κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
15 Οσοι λοιπον ειμεθα τελειοι, τουτο ας φρονωμεν? και εαν φρονητε τι αλλως πως, και τουτο θελει αποκαλυψει εις εσας ο Θεος.15 Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·
16 Πλην εις εκεινο, εις το οποιον εφθασαμεν, ας περιπατωμεν κατα τον αυτον κανονα, ας φρονωμεν το αυτο.16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.
17 Αδελφοι, συμμιμηται μου γινεσθε και παρατηρειτε τους οσοι περιπατουσιν ουτω, καθως εχετε τυπον ημας.17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς.
18 Διοτι περιπατουσι πολλοι, τους οποιους σας ελεγον πολλακις, τωρα δε και κλαιων λεγω, οτι ειναι οι εχθροι του σταυρου του Χριστου,18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
19 των οποιων το τελος ειναι απωλεια, των οποιων ο Θεος ειναι η κοιλια, και η δοξα αυτων ειναι εν τη αισχυνη αυτων, οιτινες φρονουσι τα επιγεια.19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
20 Διοτι το πολιτευμα ημων ειναι εν ουρανοις, οποθεν και προσμενομεν Σωτηρα τον Κυριον Ιησουν Χριστον,20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν,
21 οστις θελει μετασχηματισει το σωμα της ταπεινωσεως ημων, ωστε να γεινη συμμορφον με το σωμα της δοξης αυτου κατα την ενεργειαν, δια της οποιας δυναται και να υποταξη τα παντα εις εαυτον.21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.