Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Atti degli Apostoli - Acts 20


font
GREEK BIBLELXX
1 Αφου δε επαυσεν ο θορυβος, προσκαλεσας ο Παυλος τους μαθητας και ασπασθεις, εξηλθε δια να υπαγη εις την Μακεδονιαν.1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
2 Και διαπερασας τα μερη εκεινα και προτρεψας αυτους δια λογων πολλων, ηλθεν εις την Ελλαδα?2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
3 και αφου διετριψε τρεις μηνας, επειδη εγεινε κατ' αυτου επιβουλη υπο των Ιουδαιων, ενω εμελλε να αποπλευση εις την Συριαν, ενεκριθη να επιστρεψη δια της Μακεδονιας.3 ποιήσας τε μῆνας τρεῖς· γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4 Συνηκολουθει δε αυτον μεχρι της Ασιας Σωπατρος ο Βεροιαιος και εκ των Θεσσαλονικεων Αρισταρχος και Σεκουνδος και Γαιος ο εκ Δερβης και ο Τιμοθεος, Ασιανοι δε ο Τυχικος και ο Τροφιμος.4 συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τύχικος καὶ Τρόφιμος.
5 Ουτοι ελθοντες προτεροι περιεμενον ημας εις την Τρωαδα?5 οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι,
6 ημεις δε εξεπλευσαμεν απο Φιλιππων μετα τας ημερας των αζυμων και εις πεντε ημερας ηλθομεν προς αυτους εις την Τρωαδα, οπου διετριψαμεν ημερας επτα.6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά.
7 Και τη πρωτη ημερα της εβδομαδος ενω οι μαθηται ησαν συνηγμενοι δια την κλασιν του αρτου, ο Παυλος διελεγετο προς αυτους, μελλων να αναχωρηση τη επαυριον, και παρετεινε τον λογον μεχρι μεσονυκτιου.7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
8 Ησαν δε λαμπαδες ικαναι εις το ανωγεον, οπου ησαν συνηγμενοι.8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
9 Και νεανιας τις ονοματι Ευτυχος, καθημενος επι του παραθυρου, κατεφερετο εις υπνον βαθυν, ενω ο Παυλος διελεγετο εκτεταμενως, και κυριευθεις υπο του υπνου επεσε κατω απο του τριτου πατωματος και εσηκωσαν αυτον νεκρον.9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
10 Καταβας δε ο Παυλος, επεσεν επ' αυτον και εναγκαλισθεις ειπε? Μη θορυβεισθε? διοτι η ψυχη αυτου ειναι εν αυτω.10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11 Αφου δε ανεβη και εκοψεν αρτον και εγευθη και ωμιλησεν ικανως μεχρι της αυγης? μετα ταυτα ανεχωρησε.11 ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
12 Τον δε νεον εφεραν ζωντα και παρηγορηθησαν καθ' υπερβολην.12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως.
13 ημεις δε καταβαντες προτεροι εις το πλοιον, απεπλευσαμεν εις την Ασσον, μελλοντες να αναλαβωμεν εκειθεν τον Παυλον? επειδη ουτως ειχε διαταξει, μελλων αυτος να υπαγη πεζος.13 Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν.
14 Και καθως συνηντησεν ημας εις την Ασσον, αναλαβοντες αυτον ηλθομεν εις Μιτυληνην?14 ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην,
15 και εκειθεν αποπλευσαντες κατηντησαμεν την επιουσαν αντικρυ Χιου? την δε αλλην εφθασαμεν εις Σαμον, και μειναντες εν τω Τρωγυλλιω την ακολουθον ημεραν ηλθομεν εις Μιλητον.15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16 Διοτι ο Παυλος εκρινε να παραπλευση την Εφεσον, δια να μη συμβη εις αυτον να χρονοτριβηση εν τη Ασια? διοτι εσπευδεν, αν ητο δυνατον εις αυτον, να ευρεθη την ημεραν της Πεντηκοστης εις Ιεροσολυμα.16 κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 Πεμψας δε απο της Μιλητου εις Εφεσον, προσεκαλεσε τους πρεσβυτερους της εκκλησιας.17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 Και οτε ηλθον προς αυτον, ειπε προς αυτους? Σεις εξευρετε, απο της πρωτης ημερας αφ' ης επατησα εις την Ασιαν, πως επερασα μεθ' υμων ολον τον χρονον,18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς·
Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19 δουλευων τον Κυριον μετα πασης ταπεινοφροσυνης και μετα πολλων δακρυων και πειρασμων, οιτινες μοι συνεβησαν εν ταις επιβουλαις των Ιουδαιων,19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων,
20 οτι δεν υπεκρυψα ουδεν των συμφεροντων, ωστε να μη αναγγειλω αυτο προς εσας και να σας διδαξω δημοσια και κατ' οικους,20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους,
21 διαμαρτυρομενος προς Ιουδαιους τε και Ελληνας την εις τον Θεον μετανοιαν και την πιστιν την εις τον Κυριον ημων Ιησουν Χριστον.21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν.
22 Και τωρα ιδου, εγω δεδεμενος τω πνευματι υπαγω εις Ιερουσαλημ, μη γνωριζων τα μελλοντα να συμβωσιν εις εμε εν αυτη,22 Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλὴμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
23 πλην οτι το Πνευμα το Αγιον μαρτυρει εν παση πολει λεγον, οτι δεσμα και θλιψεις με περιμενουσι.23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
24 Δεν φροντιζω ομως περι ουδενος τουτων ουδε εχω πολυτιμον την ζωην μου, ως το να τελειωσω τον δρομον μου μετα χαρας και την διακονιαν, την οποιαν ελαβον παρα του Κυριου Ιησου, να διακηρυξω το ευαγγελιον της χαριτος του Θεου.24 ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25 Και τωρα ιδου, εγω εξευρω οτι πλεον δεν θελετε ιδει το προσωπον μου σεις παντες, μεταξυ των οποιων διηλθον κηρυττων την βασιλειαν του Θεου.25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
26 Οθεν μαρτυρομαι προς εσας εν τη σημερον ημερα, οτι εγω ειμαι καθαρος απο του αιματος παντων?26 διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων·
27 διοτι δεν συνεσταλην να αναγγειλω προς εσας πασαν την βουλην του Θεου.27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
28 Προσεχετε λοιπον εις εαυτους και εις ολον το ποιμνιον, εις το οποιον το Πνευμα το Αγιον σας εθεσεν επισκοπους, δια να ποιμαινητε την εκκλησιαν του Θεου, την οποιαν απεκτησε δια του ιδιου αυτου αιματος.28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
29 Διοτι εγω εξευρω τουτο, οτι μετα την αναχωρησιν μου θελουσιν εισελθει εις εσας λυκοι βαρεις μη φειδομενοι του ποιμνιου?29 ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
30 και εξ υμων αυτων θελουσι σηκωθη ανθρωποι λαλουντες διεστραμμενα, δια να αποσπωσι τους μαθητας οπισω αυτων.30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
31 Δια τουτο αγρυπνειτε, ενθυμουμενοι οτι τρια ετη νυκτα και ημεραν δεν επαυσα νουθετων μετα δακρυων ενα εκαστον.31 διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32 Και τωρα, αδελφοι, σας αφιερονω εις τον Θεον και εις τον λογον της χαριτος αυτου, οστις δυναται να εποικοδομηση και να δωση εις εσας κληρονομιαν μεταξυ παντων των ηγιασμενων.32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33 Αργυριον η χρυσιον η ιματιον ουδενος επεθυμησα?33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
34 σεις δε αυτοι εξευρετε οτι εις τας χρειας μου και εις τους οντας μετ' εμου αι χειρες αυται υπηρετησαν.34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 Κατα παντα υπεδειξα εις εσας οτι ουτω κοπιαζοντες πρεπει να βοηθητε τους ασθενεις και να ενθυμησθε τους λογους του Κυριου Ιησου, οτι αυτος ειπε? Μακαριον ειναι να διδη τις μαλλον παρα να λαμβανη.35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν· μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 Και αφου ειπε ταυτα, γονατισας προσηυχηθη μετα παντων αυτων.36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37 Εγεινε δε πολυς κλαυθμος παντων, και πεσοντες επι τον τραχηλον του Παυλου κατεφιλουν αυτον,37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38 υπερλυπουμενοι μαλιστα δια τον λογον τον οποιον ειπεν, οτι δεν θελουσιν ιδει πλεον το προσωπον αυτου. Και προεπεμπον αυτον εις το πλοιον.38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.