SCRUTATIO

Sabato, 11 luglio 2026 - San Benedetto ( Letture di oggi)

Prima lettera ai Tessalonicesi - 1 Thessalonians 5


font
LXXRevised Standard Version Catholic Edition
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,1 But as to the times and the seasons, brethren, you have no need to have anything written to you.
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.2 For you yourselves know well that the day of the Lord will come like a thief in the night.
3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.3 When people say, "There is peace and security," then sudden destruction will come upon them as travail comes upon a woman with child, and there will be no escape.
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·4 But you are not in darkness, brethren, for that day to surprise you like a thief.
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·5 For you are all sons of light and sons of the day; we are not of the night or of darkness.
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.6 So then let us not sleep, as others do, but let us keep awake and be sober.
7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·7 For those who sleep sleep at night, and those who get drunk are drunk at night.
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·8 But, since we belong to the day, let us be sober, and put on the breastplate of faith and love, and for a helmet the hope of salvation.
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ9 For God has not destined us for wrath, but to obtain salvation through our Lord Jesus Christ,
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.10 who died for us so that whether we wake or sleep we might live with him.
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.11 Therefore encourage one another and build one another up, just as you are doing.
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς12 But we beseech you, brethren, to respect those who labor among you and are over you in the Lord and admonish you,
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.13 and to esteem them very highly in love because of their work. Be at peace among yourselves.
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.14 And we exhort you, brethren, admonish the idlers, encourage the fainthearted, help the weak, be patient with them all.
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας.15 See that none of you repays evil for evil, but always seek to do good to one another and to all.
16 Πάντοτε χαίρετε,16 Rejoice always,
17 ἀδιαλείπτως προσεύχεσθε,17 pray constantly,
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.18 give thanks in all circumstances; for this is the will of God in Christ Jesus for you.
19 τὸ πνεῦμα μὴ σβέννυτε,19 Do not quench the Spirit,
20 προφητείας μὴ ἐξουθενεῖτε,20 do not despise prophesying,
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,21 but test everything; hold fast what is good,
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.22 abstain from every form of evil.
23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.23 May the God of peace himself sanctify you wholly; and may your spirit and soul and body be kept sound and blameless at the coming of our Lord Jesus Christ.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.24 He who calls you is faithful, and he will do it.
25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν.25 Brethren, pray for us.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.26 Greet all the brethren with a holy kiss.
27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.27 I adjure you by the Lord that this letter be read to all the brethren.
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.28 The grace of our Lord Jesus Christ be with you.