Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Giovanni - John 13


font
GREEK BIBLELXX
1 Προ δε της εορτης του πασχα εξευρων ο Ιησους οτι ηλθεν η ωρα αυτου δια να μεταβη εκ του κοσμου τουτου προς τον Πατερα, αγαπησας τους ιδικους του τους εν τω κοσμω, μεχρι τελους ηγαπησεν αυτους.1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
2 Και αφου εγεινε δειπνος, ο δε διαβολος ειχεν ηδη βαλει εις την καρδιαν του Ιουδα Σιμωνος του Ισκαριωτου να παραδωση αυτον,2 Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου,
3 εξευρων ο Ιησους οτι παντα εδωκεν εις αυτον ο Πατηρ εις τας χειρας, και οτι απο του Θεου εξηλθε και προς τον Θεον υπαγει,3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,
4 εγειρεται εκ του δειπνου και εκδυεται τα ιματια αυτου, και λαβων προσοψιον διεζωσθη?4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
5 επειτα βαλλει υδωρ εις τον νιπτηρα, και ηρχισε να νιπτη τους ποδας των μαθητων και να σπογγιζη με το προσοψιον, με το οποιον ητο διεζωσμενος.5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 Ερχεται λοιπον προς τον Σιμωνα Πετρον, και λεγει προς αυτον εκεινος? Κυριε, συ μου νιπτεις τους ποδας;6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ· κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7 Απεκριθη ο Ιησους και ειπε προς αυτον? Εκεινο, το οποιον εγω καμνω, συ δεν εξευρεις τωρα, θελεις ομως γνωρισει μετα ταυτα.7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8 Λεγει προς αυτον ο Πετρος? Δεν θελεις νιψει τους ποδας μου εις τον αιωνα. Απεκριθη προς αυτον ο Ιησους? Εαν δεν σε νιψω, δεν εχεις μερος μετ' εμου.8 λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.
9 Λεγει προς αυτον ο Σιμων Πετρος? Κυριε, μη τους ποδας μου μονον, αλλα και τας χειρας και την κεφαλην.9 λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10 Λεγει προς αυτον ο Ιησους? Ο λελουμενος δεν εχει χρειαν ειμη τους ποδας να νιφθη, αλλ' ειναι ολος καθαρος? και σεις εισθε καθαροι, αλλ' ουχι παντες.10 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.
11 Διοτι ηξευρεν εκεινον, οστις εμελλε να παραδωση αυτον? δια τουτο ειπε? Δεν εισθε παντες καθαροι.11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε.
12 Αφου λοιπον ενιψε τους ποδας αυτων και ελαβε τα ιματια αυτου, καθησας παλιν ειπε προς αυτους? Εξευρετε τι εκαμον εις εσας;12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [καὶ] ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
13 Σεις με φωναζετε, Ο Διδασκαλος και ο Κυριος, και καλως λεγετε, διοτι ειμαι.13 ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος, καί· ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
14 Εαν λοιπον εγω, ο Κυριος και ο Διδασκαλος, σας ενιψα τους ποδας, και σεις χρεωστειτε να νιπτητε τους ποδας αλληλων.14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
15 Διοτι παραδειγμα εδωκα εις εσας, δια να καμνητε και σεις, καθως εγω εκαμον εις εσας.15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
16 Αληθως, αληθως σας λεγω, δεν ειναι δουλος ανωτερος του κυριου αυτου, ουδε αποστολος ανωτερος του πεμψαντος αυτον.16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 Εαν εξευρητε ταυτα, μακαριοι εισθε εαν καμνητε αυτα.17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 Δεν λεγω τουτο περι παντων υμων? εγω εξευρω ποιους εξελεξα? αλλα δια να πληρωθη η γραφη, Ο τρωγων μετ' εμου τον αρτον εσηκωσεν επ' εμε την πτερναν αυτου.18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19 Απο του νυν σας λεγω τουτο πριν γεινη, δια να πιστευσητε οταν γεινη, οτι εγω ειμαι.19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
20 Αληθως, αληθως σας λεγω, οστις δεχεται οντινα πεμψω, εμε δεχεται, και οστις δεχεται, εμε δεχεται τον πεμψαντα με.20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
21 Αφου ειπε ταυτα ο Ιησους, εταραχθη την ψυχην και εμαρτυρησε και ειπεν? Αληθως, αληθως σας λεγω οτι εις εξ υμων θελει με παραδωσει.21 Ταῦτα εἰπὼν [ὁ] Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 Εβλεπον λοιπον εις αλληλους οι μαθηται, απορουντες περι τινος λεγει.22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
23 Εκαθητο δε κεκλιμενος εις τον κολπον του Ιησου εις των μαθητων αυτου, τον οποιον ηγαπα ο Ιησους.23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.
24 Νευει λοιπον προς τουτον ο Σιμων Πετρος δια να ερωτηση τις ειναι εκεινος, περι του οποιου λεγει.24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25 Και πεσων εκεινος επι το στηθος του Ιησου, λεγει προς αυτον? Κυριε, τις ειναι;25 ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· κύριε, τίς ἐστιν;
26 Αποκρινεται ο Ιησους? Εκεινος ειναι, εις τον οποιον εγω βαψας το ψωμιον θελω δωσει. Και εμβαψας το ψωμιον διδει εις τον Ιουδαν Σιμωνος τον Ισκαριωτην.26 ἀποκρίνεται [ὁ] Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
27 Και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο Σατανας. Λεγει λοιπον προς αυτον ο Ιησους? Ο, τι καμνεις, καμε ταχυτερον.27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς ποίησον τάχιον.
28 Τουτο ομως ουδεις των καθημενων ενοησε προς τι ειπε προς αυτον.28 τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
29 Διοτι τινες ενομιζον, επειδη ο Ιουδας ειχε το γλωσσοκομον, οτι λεγει προς αυτον ο Ιησους, Αγορασον οσων εχομεν χρειαν δια την εορτην, η να δωση τι εις τους πτωχους.29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [ὁ] Ἰησοῦς· ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
30 Λαβων λοιπον εκεινος το ψωμιον, εξηλθεν ευθυς? ητο δε νυξ.30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.
31 Οτε λοιπον εξηλθε, λεγει ο Ιησους? Τωρα εδοξασθη ο Υιος του ανθρωπου, και ο Θεος εδοξασθη εν αυτω.31 Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
32 Εαν ο Θεος εδοξασθη εν αυτω, και ο Θεος θελει δοξασει αυτον εν εαυτω και ευθυς θελει δοξασει αυτον.32 [εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ], καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 Τεκνια, ετι ολιγον ειμαι μεθ' υμων. Θελετε με ζητησει, και καθως ειπον προς τους Ιουδαιους οτι οπου υπαγω εγω, σεις δεν δυνασθε να ελθητε, και προς εσας λεγω τωρα.33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 Εντολην καινην σας διδω, να αγαπατε αλληλους, καθως εγω σας ηγαπησα και σεις να αγαπατε αλληλους.34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 Εκ τουτου θελουσι γνωρισει παντες οτι εισθε μαθηται μου, εαν εχητε αγαπην προς αλληλους.35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 Λεγει προς αυτον ο Σιμων Πετρος? Κυριε, που υπαγεις; Απεκριθη εις αυτον ο Ιησους? Οπου υπαγω, δεν δυνασαι τωρα να με ακολουθησης, υστερον ομως θελεις με ακολουθησει.36 Λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῷ] Ἰησοῦς· ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
37 Λεγει προς αυτον ο Πετρος? Κυριε, διατι δεν δυναμαι να σε ακολουθησω τωρα; την ψυχην μου θελω βαλει υπερ σου.37 λέγει αὐτῷ ὁ Πέτρος· κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 Απεκριθη προς αυτον ο Ιησους? Την ψυχην σου θελεις βαλει υπερ εμου; αληθως, αληθως σοι λεγω, δεν θελει φωναξει ο αλεκτωρ, εωσου με απαρνηθης τρις.38 ἀποκρίνεται Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.