Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Vangelo secondo Luca - Luke 14


font
GREEK BIBLELXX
1 Και οτε ηλθεν αυτος εις τον οικον τινος των αρχοντων των Φαρισαιων το σαββατον δια να φαγη αρτον, εκεινοι παρετηρουν αυτον.1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 Και ιδου, ανθρωπος τις υδρωπικος ητο εμπροσθεν αυτου.2 Καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 Και αποκριθεις ο Ιησους, ειπε προς τους νομικους και Φαρισαιους, λεγων? Ειναι ταχα συγκεχωρημενον να θεραπευη τις εν τω σαββατω;3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
4 Οι δε εσιωπησαν. Και πιασας ιατρευσεν αυτον και απελυσε.4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
5 Και αποκριθεις προς αυτους ειπε? Τινος υμων ο ονος η ο βους θελει πεσει εις φρεαρ, και δεν θελει ευθυς ανασυρει αυτον εν τη ημερα του σαββατου;5 καὶ πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
6 Και δεν ηδυνηθησαν να αποκριθωσιν εις αυτον προς ταυτα.6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
7 Ειπε δε παραβολην προς τους κεκλημενους, επειδη παρετηρει πως εξελεγον τας πρωτοκαθεδριας, λεγων προς αυτους.7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
8 Οταν προσκληθης υπο τινος εις γαμους, μη καθησης εις τον πρωτον τοπον, μηποτε ειναι προσκεκλημενος υπ' αυτου εντιμοτερος σου,8 ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ,
9 και ελθων εκεινος, οστις εκαλεσε σε και αυτον, σοι ειπη? Δος τοπον εις τουτον? και τοτε αρχισης με αισχυνην να λαμβανης τον εσχατον τοπον.9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 Αλλ' οταν προσκληθης, υπαγε και καθησον εις τον εσχατον τοπον, δια να σοι ειπη οταν ελθη εκεινος, οστις σε εκαλεσε? Φιλε, αναβα ανωτερω? τοτε θελεις εχει δοξαν ενωπιον των συγκαθημενων μετα σου.10 ἀλλ’ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
11 Διοτι πας ο υψων εαυτον θελει ταπεινωθη και ο ταπεινων εαυτον θελει υψωθη.11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 Ελεγε δε και προς εκεινον, οστις προσεκαλεσεν αυτον. Οταν καμνης γευμα η δειπνον, μη προσκαλει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους, μηποτε και αυτοι σε αντικαλεσωσι, και γεινη εις σε ανταποδοσις.12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
13 Αλλ' οταν καμνης υποδοχην, προσκαλει πτωχους, βεβλαμμενους, χωλους, τυφλους,13 ἀλλ’ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
14 και θελεις εισθαι μακαριος, διοτι δεν εχουσι να σοι ανταποδωσωσιν? επειδη η ανταποδοσις θελει γεινει εις σε εν τη αναστασει των δικαιων.14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ακουσας δε ταυτα εις των συγκαθημενων, ειπε προς αυτον? Μακαριος οστις φαγη αρτον εν τη βασιλεια του Θεου.15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 Ο δε ειπε προς αυτον? Ανθρωπος τις εκαμε δειπνον μεγα και εκαλεσε πολλους?16 Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλοὺς
17 και απεστειλε τον δουλον αυτου τη ωρα του δειπνου δια να ειπη προς τους κεκλημενους? Ερχεσθε, επειδη παντα ειναι ηδη ετοιμα.17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν.
18 Και ηρχισαν παντες με μιαν γνωμην να παραιτωνται. Ο πρωτος ειπε προς αυτον? Αγρον ηγορασα, και εχω αναγκην να εξελθω και να ιδω αυτον? παρακαλω σε, εχε με παρητημενον.18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 Και αλλος ειπεν? Ηγορασα πεντε ζευγη βοων, και υπαγω να δοκιμασω αυτα? παρακαλω σε, εχε με παρητημενον.19 καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
20 και αλλος ειπε? Γυναικα ενυμφευθην, και δια τουτο δεν δυναμαι να ελθω.20 καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21 Και ελθων ο δουλος εκεινος, απηγγειλε προς τον κυριον αυτου ταυτα. Τοτε οργισθεις ο οικοδεσποτης, ειπε προς τον δουλον αυτου? Εξελθε ταχεως εις τας πλατειας και τας οδους της πολεως, και εισαγαγε εδω τους πτωχους και βεβλαμμενους και χωλους και τυφλους.21 καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
22 Και ειπεν ο δουλος? Κυριε, εγεινεν ως προσεταξας, και ειναι ετι τοπος.22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23 Και ειπεν ο κυριος προς τον δουλον? Εξελθε εις τας οδους και φραγμους και αναγκασον να εισελθωσι, δια να γεμισθη ο οικος μου.23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
24 Διοτι σας λεγω οτι ουδεις των ανδρων εκεινων των κεκλημενων θελει γευθη του δειπνου μου.24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
25 Ηρχοντο δε μετ' αυτου οχλοι πολλοι. Και στραφεις ειπε προς αυτους?25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
26 Εαν τις ερχηται προς εμε και δεν μιση τον πατερα αυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας, ετι δε και την εαυτου ζωην, δεν δυναται να ηναι μαθητης μου.26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
27 Και οστις δεν βασταζει τον σταυρον αυτου και ερχεται οπισω μου, δεν δυναται να ηναι μαθητης μου.27 ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 Διοτι τις εξ υμων, θελων να οικοδομηση πυργον, δεν καθηται πρωτον και λογαριαζει την δαπανην, αν εχη τα αναγκαια δια να τελειωση αυτον;28 Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
29 μηποτε αφου βαλη θεμελιον και δεν δυναται να τελειωση αυτον, αρχισωσι παντες οι βλεποντες να εμπαιζωσιν αυτον,29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
30 λεγοντες? Οτι ουτος ο ανθρωπος ηρχισε να οικοδομη και δεν ηδυνηθη να τελειωση.30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31 Η τις βασιλευς υπαγων να πολεμηση αλλον βασιλεα δεν καθηται προτερον και σκεπτεται εαν ηναι δυνατος με δεκα χιλιαδας να απαντηση τον ερχομενον κατ' αυτου με εικοσι χιλιαδας;31 Ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;
32 Ει δε μη, ενω αυτος ειναι ετι μακραν, αποστελλει πρεσβεις και ζητει ειρηνην.32 εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33 Ουτω λοιπον πας οστις εξ υμων δεν απαρνειται παντα τα εαυτου υπαρχοντα, δεν δυναται να ηναι μαθητης μου.33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
34 Καλον το αλας? αλλ' εαν το αλας διαφθαρη, με τι θελει αρτυθη;34 Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 δεν ειναι πλεον χρησιμον ουτε δια την γην ουτε δια την κοπριαν? εξω ριπτουσιν αυτο. Ο εχων ωτα δια να ακουη ας ακουη.35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν, ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.