Poslanica Rimljanima 16
Confronta con un'altra Bibbia
Cambia Bibbia
Biblija Hrvatski | LXX |
---|---|
1 Preporučujem vam Febu, sestru našu, poslužiteljicu Crkve u Kenhreji: | 1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, |
2 primite je u Gospodinu kako dolikuje svetima i priskočite joj u pomoć u svemu što od vas ustreba jer je i ona bila zaštitnicom mnogima i meni samomu. | 2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. |
3 Pozdravite Prisku i Akvilu, suradnike moje u Kristu Isusu. | 3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, |
4 Oni su za moj život podmetnuli svoj vrat; zahvaljujem im ne samo ja nego i sve Crkve poganâ. | 4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, |
5 Pozdravite i Crkvu u njihovoj kući. Pozdravite ljubljenog mi Epeneta koji je prvina Azije za Krista. | 5 καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. |
6 Pozdravite Mariju koja se mnogo trudila za vas. | 6 ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. |
7 Pozdravite Andronika i Juniju, rođake i suuznike moje; oni su ugledni među apostolima i prije mene bili su u Kristu. | 7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ. |
8 Pozdravite Amplijata, ljubljenoga moga u Gospodinu. | 8 ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. |
9 Pozdravite Urbana, suradnika moga u Kristu, i ljubljenog mi Staha. | 9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. |
10 Pozdravite Apela, prokušanoga u Kristu. Pozdravite Aristobulove. | 10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. |
11 Pozdravite Herodiona, rođaka moga. Pozdravite Narcisove koji su u Gospodinu. | 11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. |
12 Pozdravite Trifenu i Trifozu, koje se trude u Gospodinu. Pozdravite ljubljenu Persidu, koja se mnogo trudila u Gospodinu. | 12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. |
13 Pozdravite Rufa, izabranika u Gospodinu, i majku njegovu i moju. | 13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. |
14 Pozdravite Asinkrita, Flegonta, Herma, Patrobu, Hermu i braću koja su s njima. | 14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. |
15 Pozdravite Filologa i Juliju, Nereja i njegovu sestru, i Olimpu, i sve svete koji su s njima. | 15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. |
16 Pozdravite jedni druge cjelovom svetim. Pozdravljaju vas sve Crkve Kristove. | 16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ. |
17 Zaklinjem vas, braćo, čuvajte se onih koji siju razdore i sablazni mimo nauk u kojem ste poučeni, i klonite ih se. | 17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν· |
18 Jer takvi ne služe Gospodinu našemu Kristu, nego svom trbuhu te lijepim i laskavim riječima zavode srca nedužnih. | 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. |
19 Doista, vaša je poslušnost doprla do sviju. Zbog vas se dakle radujem i htio bih da budete mudri za dobro, a bezazleni za zlo. | 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. |
20 Bog mira satrt će ubrzo Sotonu pod vašim nogama. Milost Gospodina Isusa s vama! | 20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ’ ὑμῶν. |
21 Pozdravlja vas Timotej, suradnik moj, i Lucije, Jason i Sosipater, rođaci moji. | 21 Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. |
22 Pozdravljam vas u Gospodinu ja, Tercije, koji napisah ovu poslanicu. | 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. |
23 Pozdravlja vas Gaj, gostoprimac moj i cijele Crkve. Pozdravlja vas Erast, gradski blagajnik, i brat Kvart. | 23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός. |
25 Onomu koji vas može učvrstiti – po mojem evanđelju i propovijedanju Isusa Krista, po objavljenju Otajstva prešućenog drevnim vremenima, | 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, |
26 a sada očitovanog i po proročkim pismima odredbom vječnoga Boga svim narodima obznanjenog za poslušnost, vjeru – | 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, |