Книга Премудрости Соломона 12
Быт
Исх
Лев
Чис
Втор
ИсНав
Суд
Руфь
1Цар
2Цар
3Цар
4Цар
1Пар
2Пар
1Езд
Неем
Тов
Иудифь
Есф
1Макк
2Макк
Иов
Пс
Притчи
Еккл
Песн
Прем.Сол.
Сирах
Ис
Иер
Плач
Вар
Иез
Дан
Ос
Иоиль
Амос
Авд
Иона
Мих
Наум
Авв
Соф
Агг
Зах
Мал
Мф
Мк
Лк
Ин
Деян
Рим
1Кор
2Кор
Гал
Еф
Фил
Кол
1Фес
2Фес
1Тим
2Тим
Тит
Филим
Евр
Иак
1Петр
2Петр
1Ин
2Ин
3Ин
Иуд
Откр
3Макк
3Езд
Confronta con un'altra Bibbia
Cambia Bibbia
| Библия Синодальный перевод | GREEK BIBLE |
|---|---|
| 1 τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν | |
| 2 διὸ τοὺς παραπίπτοντας κατ’ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουθετεῖς ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ κύριε | |
| 3 καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς | |
| 4 μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν καὶ τελετὰς ἀνοσίους | |
| 5 τέκνων τε φονὰς ἀνελεήμονας καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος ἐκ μέσου μύστας θιάσου | |
| 6 καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν | |
| 7 ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ 8ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν 9οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ’ ἓν ἐκτρῖψαι | |
| 8 ουκ εκδικηθησεται εν αγαθοις ο φιλος και ου κρυβησεται εν κακοις ο εχθρος | |
| 9 εν αγαθοις ανδρος οι εχθροι αυτου εν λυπη και εν τοις κακοις αυτου και ο φιλος διαχωρισθησεται | |
| 10 κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα | |
| 11 σπέρμα γὰρ ἦν κατηραμένον ἀπ’ ἀρχῆς οὐδὲ εὐλαβούμενός τινα ἐφ’ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους | |
| 12 τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων | |
| 13 οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ ᾧ μέλει περὶ πάντων ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας | |
| 14 οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας | |
| 15 δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως | |
| 16 ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ | |
| 17 ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις | |
| 18 σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι | |
| 19 ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν | |
| 20 εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον δι’ ὧν ἀπαλλαγῶσι τῆς κακίας | |
| 21 μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων | |
| 22 ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος | |
| 23 ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκως διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων | |
| 24 καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες | |
| 25 διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας | |
| 26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν θεοῦ κρίσιν πειράσουσιν | |
| 27 ἐφ’ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς ἐν αὐτοῖς κολαζόμενοι ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσαν ἀληθῆ διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ’ αὐτοὺς ἐπῆλθεν |
ITALIANO
ENGLISH
ESPANOL
FRANCAIS
LATINO
PORTUGUES
DEUTSCH
MAGYAR
Ελληνική
לשון עברית
عَرَبيْ