| 1 δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος |
| 2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν |
| 3 καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ |
| 4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης |
| 5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ |
| 6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς |
| 7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται 8κρινοῦσιν ἔθνη καὶ κρατήσουσιν λαῶν καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας |
| 8 εν εργω και λογω τιμα τον πατερα σου ινα επελθη σοι ευλογια παρ' αυτου |
| 9 οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ |
| 10 οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες |
| 11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν |
| 12 αἱ γυναῖκες αὐτῶν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτῶν ἐπικατάρατος ἡ γένεσις αὐτῶν |
| 13 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν |
| 14 καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος |
| 15 ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως |
| 16 τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται |
| 17 ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ’ ἐσχάτων τὸ γῆρας αὐτῶν |
| 18 ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον |
| 19 γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη |
| 20 οτι μεγαλη η δυναστεια του κυριου και υπο των ταπεινων δοξαζεται |
| 21 χαλεπωτερα σου μη ζητει και ισχυροτερα σου μη εξεταζε |
| 22 α προσεταγη σοι ταυτα διανοου ου γαρ εστιν σοι χρεια των κρυπτων |
| 23 εν τοις περισσοις των εργων σου μη περιεργαζου πλειονα γαρ συνεσεως ανθρωπων υπεδειχθη σοι |
| 24 πολλους γαρ επλανησεν η υπολημψις αυτων και υπονοια πονηρα ωλισθησεν διανοιας αυτων |
| 25 - |
| 26 καρδια σκληρα κακωθησεται επ' εσχατων και ο αγαπων κινδυνον εν αυτω απολειται |
| 27 καρδια σκληρα βαρυνθησεται πονοις και ο αμαρτωλος προσθησει αμαρτιαν εφ' αμαρτιαις |
| 28 επαγωγη υπερηφανου ουκ εστιν ιασις φυτον γαρ πονηριας ερριζωκεν εν αυτω |
| 29 καρδια συνετου διανοηθησεται παραβολην και ους ακροατου επιθυμια σοφου |
| 30 πυρ φλογιζομενον αποσβεσει υδωρ και ελεημοσυνη εξιλασεται αμαρτιας |
| 31 ο ανταποδιδους χαριτας μεμνηται εις τα μετα ταυτα και εν καιρω πτωσεως αυτου ευρησει στηριγμα |