1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν | 1 Paul, a prisoner of Christ Jesus, and Timothy, a brother: to Philemon, our beloved and fellow labourer; |
2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ, | 2 And to Appia, our dearest sister, and to Archippus, our fellow soldier, and to the church which is in thy house: |
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | 3 Grace to you and peace from God our Father, and from the Lord Jesus Christ. |
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, | 4 I give thanks to my God, always making a remembrance of thee in my prayers. |
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, | 5 Hearing of thy charity and faith, which thou hast in the Lord Jesus, and towards all the saints: |
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν. | 6 That the communication of thy faith may be made evident in the acknowledgment of every good work, that is in you in Christ Jesus. |
7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. | 7 For I have had great joy and consolation in thy charity, because the bowels of the saints have been refreshed by thee, brother. |
8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον | 8 Wherefore though I have much confidence in Christ Jesus, to command thee that which is to the purpose: |
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ· | 9 For charity sake I rather beseech, whereas thou art such a one, as Paul an old man, and now a prisoner also of Jesus Christ. |
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον, | 10 I beseech thee for my son, whom I have begotten in my bands, Onesimus, |
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὔχρηστον, | 11 Who hath been heretofore unprofitable to thee, but now is profitable both to me and thee, |
12 ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα· | 12 Whom I have sent back to thee. And do thou receive him as my own bowels. |
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, | 13 Whom I would have retained with me, that in thy stead he might have ministered to me in the bands of the gospel: |
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. | 14 But without thy counsel I would do nothing: that thy good deed might not be as it were of necessity, but voluntary. |
15 Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, | 15 For perhaps he therefore departed for a season from thee, that thou mightest receive him again for ever: |
16 οὐκέτι ὡς δοῦλον ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. | 16 Not now as a servant, but instead of a servant, a most dear brother, especially to me: but how much more to thee both in the flesh and in the Lord? |
17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. | 17 If therefore thou count me a partner, receive him as myself. |
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα. | 18 And if he hath wronged thee in any thing, or is in thy debt, put that to my account. |
19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. | 19 I Paul have written it with my own hand: I will repay it: not to say to thee, that thou owest me thy own self also. |
20 ναὶ ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. | 20 Yea, brother. May I enjoy thee in the Lord. Refresh my bowels in the Lord. |
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. | 21 Trusting in thy obedience, I have written to thee: knowing that thou wilt also do more than I say. |
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. | 22 But withal prepare me also a lodging. For I hope that through your prayers I shall be given unto you. |
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, | 23 There salute thee Epaphras, my fellow prisoner in Christ Jesus; |
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. | 24 Mark, Aristarchus, Demas, and Luke my fellow labourers. |
25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. | 25 The grace of our Lord Jesus Christ be with your spirit. Amen. |