Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera a Timoteo - 2 Timothy 2


font
LXXGREEK BIBLE
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,1 Συ λοιπον, τεκνον μου, ενδυναμου δια της χαριτος της εν Χριστω Ιησου,
2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.2 και οσα ηκουσας παρ' εμου δια πολλων μαρτυρων, ταυτα παραδος εις πιστους ανθρωπους, οιτινες θελουσιν εισθαι ικανοι και αλλους να διδαξωσι.
3 Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.3 Συ λοιπον κακοπαθησον ως καλος στρατιωτης Ιησου Χριστου.
4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.4 Ουδεις στρατευομενος εμπλεκεται εις τας βιωτικας υποθεσεις, δια να αρεση εις τον στρατολογησαντα.
5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.5 Εαν δε και αγωνιζηται τις, δεν στεφανουται, εαν νομιμως δεν αγωνισθη.
6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.6 Ο κοπιαζων γεωργος πρεπει πρωτος να μεταλαμβανη απο των καρπων.
7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.7 Εννοει εκεινα τα οποια λεγω? ειθε δε να σοι δωση ο Κυριος συνεσιν εις παντα.
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,8 Ενθυμου τον εκ σπερματος Δαβιδ Ιησουν Χριστον, τον ανασταντα εκ νεκρων, κατα το ευαγγελιον μου.
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·9 Δια το οποιον κακοπαθω μεχρι δεσμων ως κακουργος? αλλ' ο λογος του Θεου δεν δεσμευεται.
10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.10 Δια τουτο παντα υπομενω δια τους εκλεκτους, δια να απολαυσωσι και αυτοι την σωτηριαν την εν Χριστω Ιησου μετα δοξης αιωνιου.
11 πιστὸς ὁ λόγος·
εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
11 Πιστος ο λογος? διοτι εαν συναπεθανομεν, θελομεν και συζησει?
12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·
εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
12 εαν υπομενωμεν, θελομεν και συμβασιλευσει? εαν αρνωμεθα αυτον, και εκεινος θελει αρνηθη ημας?
13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει,
ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
13 εαν απιστωμεν, εκεινος μενει πιστος? να αρνηθη εαυτον δεν δυναται.
14 Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ’ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.14 Ταυτα υπενθυμιζε, διαμαρτυρομενος ενωπιον του Κυριου να μη λογομαχωσι, το οποιον δεν ειναι εις ουδεν χρησιμον, αλλα φερει καταστροφην των ακουοντων.
15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.15 Σπουδασον να παραστησης σεαυτον δοκιμον εις τον Θεον, εργατην ανεπαισχυντον, ορθοτομουντα τον λογον της αληθειας.
16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας16 Τας δε βεβηλους ματαιοφωνιας φευγε? διοτι θελουσι προχωρησει εις πλειοτεραν ασεβειαν,
17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος,17 και ο λογος αυτων θελει κατατρωγει ως γαγγραινα? εκ των οποιων ειναι ο Υμεναιος και ο Φιλητος,
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.18 οιτινες απεπλανηθησαν απο της αληθειας, λεγοντες οτι εγεινεν ηδη η αναστασις, και ανατρεπουσι την πιστιν τινων.
19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.19 Το στερεον ομως θεμελιον του Θεου μενει, εχον την σφραγιδα ταυτην? Γνωριζει ο Κυριος τους οντας αυτου, και? Ας απομακρυνθη απο της αδικιας πας οστις ονομαζει το ονομα του Κυριου.
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·20 Εν μεγαλη δε οικια δεν ειναι μονον σκευη χρυσα και αργυρα, αλλα και ξυλινα και οστρακινα, και αλλα μεν προς χρησιν τιμιαν, αλλα δε προς ατιμον.
21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.21 Εαν λοιπον καθαριση τις εαυτον απο τουτων, θελει εισθαι σκευος τιμιας χρησεως, ηγιασμενον και ευχρηστον εις τον δεσποτην, ητοιμασμενον εις παν εργον αγαθον.
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.22 Τας δε νεανικας επιθυμιας φευγε και ζητει την δικαιοσυνην, την πιστιν, την αγαπην, την ειρηνην μετα των επικαλουμενων τον Κυριον εκ καθαρας καρδιας.
23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας·23 Τας δε μωρας και απαιδευτους φιλονεικιας παραιτου, εξευρων οτι γεννωσι μαχας?
24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,24 ο δε δουλος του Κυριου δεν πρεπει να μαχηται, αλλα να ηναι πραος προς παντας, διδακτικος, ανεξικακος,
25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας25 διδασκων μετα πραοτητος τους αντιφρονουντας, μηποτε δωση εις αυτους ο Θεος μετανοιαν, ωστε να γνωρισωσι την αληθειαν,
26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.26 και να ανανηψωσιν απο της παγιδος του διαβολου, υπο του οποιου ειναι πεπαγιδευμενοι εις το θελημα εκεινου.