1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, | 1 Διοτι θελω να εξευρητε οποιον μεγαν αγωνα εχω δια σας και τους εν Λαοδικεια και τους οσοι δεν ειδον το προσωπον μου σωματικως, |
2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ, | 2 δια να παρηγορηθωσιν αι καρδιαι αυτων, ενωθεντων ομου εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως, ωστε να γνωρισωσι το μυστηριον του Θεου και Πατρος και του Χριστου, |
3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. | 3 εν τω οποιω ειναι κεκρυμμενοι παντες οι θησαυροι της σοφιας και της γνωσεως. |
4 Τοῦτο λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. | 4 Λεγω δε τουτο, δια να μη σας εξαπατα τις με πιθανολογιαν? |
5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. | 5 διοτι αν και κατα το σωμα ημαι απων, με το πνευμα ομως ειμαι μεθ' υμων, χαιρων και βλεπων την ταξιν σας και την σταθεροτητα της εις Χριστον πιστεως σας. |
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, | 6 Καθως λοιπον παρελαβετε τον Χριστον Ιησουν τον Κυριον, εν αυτω περιπατειτε, |
7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ. | 7 ερριζωμενοι και εποικοδημουμενοι εν αυτω και στερεουμενοι εν τη πιστει καθως εδιδαχθητε, περισσευοντες εν αυτη μετα ευχαριστιας. |
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· | 8 Βλεπετε μη σας εξαπατηση τις δια της φιλοσοφιας και της ματαιας απατης, κατα την παραδοσιν των ανθρωπων, κατα τα στοιχεια του κοσμου και ουχι κατα Χριστον? |
9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, | 9 διοτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως, |
10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. | 10 και εισθε πληρεις εν αυτω, οστις ειναι η κεφαλη πασης αρχης και εξουσιας, |
11 Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, | 11 εις τον οποιον και περιετμηθητε με περιτομην αχειροποιητον, απεκδυθεντες το σωμα των αμαρτιων της σαρκος δια της περιτομης του Χριστου, |
12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· | 12 συνταφεντες μετ' αυτου εν τω βαπτισματι, δια του οποιου και συνανεστητε δια της πιστεως της ενεργειας του Θεου, οστις ανεστησεν αυτον εκ των νεκρων. |
13 καὶ ὑμᾶς νεκροὺς ὄντας [ἐν] τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα. | 13 Και εσας, οντας νεκρους εις τα αμαρτηματα και την ακροβυστιαν της σαρκος σας, συνεζωοποιησε μετ' αυτου, συγχωρησας εις εσας παντα τα πταισματα, |
14 ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· | 14 εξαλειψας το καθ' ημων χειρογραφον, συνισταμενον εις διαταγματα, το οποιον ητο εναντιον εις ημας, και αφηρεσεν αυτο εκ του μεσου, προσηλωσας αυτο επι του σταυρου? |
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. | 15 και απογυμνωσας τας αρχας και τας εξουσιας, παρεδειγματισε παρρησια, θριαμβευσας κατ' αυτων επ' αυτου. |
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων· | 16 Ας μη σας κρινη λοιπον μηδεις δια φαγητον η δια ποτον η δια λογον εορτης η νεομηνιας η σαββατων, |
17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ. | 17 τα οποια ειναι σκια των μελλοντων, το σωμα ομως ειναι του Χριστου. |
18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, | 18 Ας μη σας στερηση μηδεις του βραβειου με προσποιησιν ταπεινοφροσυνης και με θρησκειαν των αγγελων, εμβατευων εις πραγματα τα οποια δεν ειδε, ματαιως φυσιουμενος υπο του νοος της σαρκος αυτου, |
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. | 19 και μη κρατων την κεφαλην, τον Χριστον, εκ του οποιου ολον το σωμα δια των αρμων και συνδεσμων διατηρουμενον και συνδεομενον αυξανει κατα την αυξησιν του Θεου. |
20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; | 20 Εαν λοιπον απεθανετε μετα του Χριστου απο των στοιχειων του κοσμου, δια τι ως ζωντες εν τω κοσμω υποκεισθε εις διαταγματα, |
21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, | 21 Μη πιασης, μη γευθης, μη εγγισης, |
22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων, | 22 τα οποια παντα φθειρονται δια της χρησεως, κατα τα ενταλματα και τας διδασκαλιας των ανθρωπων; |
23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ [καὶ] ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. | 23 τα οποια εχουσι φαινομενον μονον σοφιας εις εθελοθρησκειαν και ταπεινοφροσυνην και σκληραγωγιαν του σωματος, εις ουδεμιαν τιμην εχοντα την ευχαριστησιν της σαρκος. |