1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. | 1 Εν δε ταις ημεραις ταυταις, οτε επληθυνοντο οι μαθηται, εγεινε γογγυσμος των Ελληνιστων κατα των Εβραιων, οτι αι χηραι αυτων παρεβλεποντο εν τη καθημερινη διακονια. |
2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις. | 2 Τοτε οι δωδεκα, προσκαλεσαντες το πληθος των μαθητων, ειπον? Δεν ειναι πρεπον να αφησωμεν ημεις τον λογον του Θεου και να διακονωμεν εις τραπεζας. |
3 ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης, | 3 Σκεφθητε λοιπον, αδελφοι, να εκλεξητε εξ υμων επτα ανδρας μαρτυρουμενους, πληρεις Πνευματος Αγιου και σοφιας, τους οποιους ας καταστησωμεν επι της χρειας ταυτης? |
4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. | 4 ημεις δε θελομεν εμμενει εν τη προσευχη και τη διακονια του λογου. |
5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, | 5 Και ηρεσεν ο λογος ενωπιον παντος του πληθους? και εξελεξαν τον Στεφανον, ανδρα πληρη πιστεως και Πνευματος Αγιου, και Φιλιππον και Προχορον και Νικανορα και Τιμωνα και Παρμεναν και Νικολαον, προσηλυτον Αντιοχεα, |
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. | 6 τους οποιους εστησαν ενωπιον των αποστολων και προσευχηθεντες επεθεσαν επ' αυτους τας χειρας. |
7 Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει. | 7 Και ο λογος του Θεου ηυξανε, και επληθυνετο ο αριθμος των μαθητων εν Ιερουσαλημ σφοδρα, και πολυ πληθος των ιερεων υπηκουον εις την πιστιν. |
8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. | 8 Ο δε Στεφανος, πληρης πιστεως και δυναμεως, εκαμνε τερατα και σημεια μεγαλα εν τω λαω. |
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, | 9 Και εσηκωθησαν τινες των εκ της συναγωγης της λεγομενης Λιβερτινων και Κυρηναιων και Αλεξανδρεων και των απο Κιλικιας και Ασιας, φιλονεικουντες με τον Στεφανον, |
10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. | 10 και δεν ηδυναντο να αντισταθωσιν εις την σοφιαν και εις το πνευμα, με το οποιον ελαλει. |
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν. | 11 Τοτε εβαλον κρυφιως ανθρωπους, λεγοντας οτι ηκουσαμεν αυτον λαλουντα λογια βλασφημα κατα του Μωυσεως και του Θεου. |
12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, | 12 και διηγειραν τον λαον και τους πρεσβυτερους και τους γραμματεις, και επελθοντες ηρπασαν αυτον και εφεραν εις το συνεδριον, |
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου· | 13 και εστησαν μαρτυρας ψευδεις, λεγοντας? Ο ανθρωπος ουτος δεν παυει λαλων λογια βλασφημα κατα του αγιου τουτου τοπου και του νομου? |
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. | 14 διοτι ηκουσαμεν αυτον λεγοντα, οτι Ιησους ο Ναζωραιος ουτος θελει καταλυσει τον τοπον τουτον και αλλαξει τα εθιμα, τα οποια παρεδωκεν εις ημας ο Μωυσης. |
15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. | 15 Και ατενισαντες εις αυτον παντες οι καθημενοι εν τω συνεδριω, ειδον το προσωπον αυτου ως προσωπον αγγελου. |