Scrutatio

Lunedi, 27 maggio 2024 - Sant´Agostino di Canterbury ( Letture di oggi)

Vangelo secondo Luca - Luke 21


font
LXXGREEK BIBLE
1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.1 Αναβλεψας δε ειδε τους πλουσιους, τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον?
2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,2 ειδε δε και χηραν τινα πτωχην, βαλλουσαν εκει δυο λεπτα,
3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν·3 και ειπεν? Αληθως σας λεγω οτι η πτωχη αυτη χηρα εβαλε περισσοτερον παντων?
4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.4 διοτι απαντες ουτοι εκ του περισσευματος αυτων εβαλον εις τα δωρα του Θεου, αυτη ομως εκ του υστερηματος αυτης εβαλεν ολην την περιουσιαν οσην ειχε.
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·5 Και ενω τινες ελεγον περι του ιερου οτι ειναι εστολισμενον με λιθους ωραιους και αφιερωματα, ειπε?
6 ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.6 Ταυτα, τα οποια θεωρειτε, θελουσιν ελθει ημεραι, εις τας οποιας δεν θελει αφεθη λιθος επι λιθον, οστις δεν θελει κατακρημνισθη.
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;7 Ηρωτησαν δε αυτον, λεγοντες? Διδασκαλε, ποτε λοιπον θελουσι γεινει ταυτα και τι το σημειον, οταν μελλωσι ταυτα να γεινωσιν;
8 ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.8 Ο δε ειπε? Βλεπετε μη πλανηθητε? διοτι πολλοι θελουσιν ελθει εν τω ονοματι μου, λεγοντες οτι Εγω ειμαι και Ο καιρος επλησιασε. Μη υπαγητε λοιπον οπισω αυτων.
9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.9 Οταν δε ακουσητε πολεμους και ακαταστασιας, μη φοβηθητε? διοτι πρεπει ταυτα να γεινωσι πρωτον, αλλα δεν ειναι ευθυς το τελος.
10 Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,10 Τοτε ελεγε προς αυτους? θελει εγερθη εθνος επι εθνος και βασιλεια επι βασιλειαν,
11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.11 και θελουσι γεινει κατα τοπους σεισμοι μεγαλοι και πειναι και λοιμοι, και θελουσιν εισθαι φοβητρα και σημεια μεγαλα απο του ουρανου.
12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·12 Προ δε τουτων παντων θελουσιν επιβαλει εφ' υμας τας χειρας αυτων, και θελουσι σας καταδιωξει, παραδιδοντες εις συναγωγας και φυλακας, φερομενους εμπροσθεν βασιλεων και ηγεμονων ενεκεν του ονοματος μου?
13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.13 και τουτο θελει αποβη εις εσας προς μαρτυριαν.
14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·14 Βαλετε λοιπον εις τας καρδιας σας να μη προμελετατε τι να απολογηθητε?
15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.15 διοτι εγω θελω σας δωσει στομα και σοφιαν, εις την οποιαν δεν θελουσι δυνηθη να αντιλογησωσιν ουδε να αντισταθωσι παντες οι εναντιοι σας.
16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,16 Θελετε δε παραδοθη και υπο γονεων και αδελφων και συγγενων και φιλων, και θελουσι θανατωσει τινας εξ υμων,
17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.17 και θελετε εισθαι μισουμενοι υπο παντων δια το ονομα μου?
18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.18 πλην θριξ εκ της κεφαλης σας δεν θελει χαθη?
19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.19 δια της υπομονης σας αποκτησατε τας ψυχας σας.
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.20 Οταν δε ιδητε την Ιερουσαλημ περικυκλουμενην υπο στρατοπεδων, τοτε γνωρισατε οτι επλησιασεν η ερημωσις αυτης.
21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,21 Τοτε οι οντες εν τη Ιουδαια ας φευγωσιν εις τα ορη, και οι εν μεσω αυτης ας αναχωρωσιν εξω, και οι εν τοις αγροις ας μη εμβαινωσιν εις αυτην,
22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.22 διοτι ημεραι εκδικησεως ειναι αυται, δια να πληρωθωσι παντα τα γεγραμμενα.
23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,23 Ουαι δε εις τας εγκυμονουσας και τας θηλαζουσας εν εκειναις ταις ημεραις? διοτι θελει εισθαι μεγαλη στενοχωρια επι της γης και οργη κατα του λαου τουτου,
24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.24 και θελουσι πεσει εν στοματι μαχαιρας και θελουσι φερθη αιχμαλωτοι εις παντα τα εθνη, και η Ιερουσαλημ θελει εισθαι πατουμενη υπο εθνων, εωσου εκπληρωθωσιν οι καιροι των εθνων.
25 Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,25 Και θελουσιν εισθαι σημεια εν τω ηλιω και τη σεληνη και τοις αστροις, και επι της γης στενοχωρια εθνων εν απορια, και θελει ηχει η θαλασσα και τα κυματα,
26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.26 οι ανθρωποι θελουσιν αποψυχει εκ του φοβου και προσδοκιας των επερχομενων δεινων εις την οικουμενην? διοτι αι δυναμεις των ουρανων θελουσι σαλευθη.
27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.27 Και τοτε θελουσιν ιδει τον Υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης.
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.28 Οταν δε ταυτα αρχισωσι να γινωνται, ανακυψατε και σηκωσατε τας κεφαλας σας, διοτι πλησιαζει η απολυτρωσις σας.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·29 Και ειπε προς αυτους παραβολην? Ιδετε την συκην και παντα τα δενδρα.
30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·30 Οταν ηδη ανοιξωσι, βλεποντες γνωριζετε αφ' εαυτων οτι ηδη το θερος ειναι πλησιον.
31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.31 Ουτω και σεις, οταν ιδητε ταυτα γινομενα, εξευρετε οτι ειναι πλησιον η βασιλεια του Θεου.
32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.32 Αληθως σας λεγω οτι δεν θελει παρελθει η γενεα αυτη, εωσου γεινωσι παντα ταυτα.
33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.33 Ο ουρανος και η γη θελουσι παρελθει, οι δε λογοι μου δεν θελουσι παρελθει.
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη34 Προσεχετε δε εις εαυτους μηποτε βαρυνθωσιν αι καρδιαι σας απο κραιπαλης και μεθης και μεριμνων βιωτικων, και επελθη αιφνιδιος εφ' υμας η ημερα εκεινη?
35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.35 διοτι ως παγις θελει επελθει επι παντας τους καθημενους επι προσωπον πασης της γης.
36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.36 Αγρυπνειτε λοιπον δεομενοι εν παντι καιρω, δια να καταξιωθητε να εκφυγητε παντα ταυτα τα μελλοντα να γεινωσι και να σταθητε εμπροσθεν του Υιου του ανθρωπου.
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·37 Και τας μεν ημερας εδιδασκεν εν τω ιερω, τας δε νυκτας εξερχομενος διενυκτερευεν εις το ορος το ονομαζομενον Ελαιων?
38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.38 και πας ο λαος απο του ορθρου συνηρχετο προς αυτον εν τω ιερω δια να ακουη αυτον.