Scrutatio

Venerdi, 17 maggio 2024 - San Pasquale Baylon ( Letture di oggi)

Vangelo secondo Marco - Mark 5


font
LXXGREEK BIBLE
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.1 Και ηλθον εις το περαν της θαλασσης εις την χωραν των Γαδαρηνων.
2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,2 Και ως εξηλθεν εκ του πλοιου, ευθυς απηντησεν αυτον εκ των μνημειων ανθρωπος εχων πνευμα ακαθαρτον,
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι3 οστις ειχε την κατοικιαν εν τοις μνημειοις, και ουδεις ηδυνατο να δεση αυτον ουδε με αλυσεις,
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·4 διοτι πολλακις ειχε δεθη με ποδοδεσμα και με αλυσεις, και διεσπασθησαν υπ' αυτου αι αλυσεις και τα ποδοδεσμα συνετριφθησαν, και ουδεις ισχυε να δαμαση αυτον?
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.5 και δια παντος νυκτα και ημεραν ητο εν τοις ορεσι και εν τοις μνημειοις, κραζων και κατακοπτων εαυτον με λιθους.
6 Καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ6 Ιδων δε τον Ιησουν απο μακροθεν, εδραμε και προσεκυνησεν αυτον,
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.7 και κραξας μετα φωνης μεγαλης ειπε? Τι ειναι μεταξυ εμου και σου, Ιησου, Υιε του Θεου του υψιστου; ορκιζω σε εις τον Θεον, μη με βασανισης.
8 ἔλεγεν γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.8 Διοτι ελεγε προς αυτον? Εξελθε απο του ανθρωπου το πνευμα το ακαθαρτον.
9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.9 Και ηρωτησεν αυτον? Τι ειναι το ονομα σου; Και απεκριθη λεγων? Λεγεων ειναι το ονομα μου, διοτι πολλοι ειμεθα.
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.10 Και παρεκαλει αυτον πολλα να μη αποστειλη αυτους εξω της χωρας.
11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·11 Ητο δε εκει προς τα ορη αγελη μεγαλη χοιρων βοσκομενη.
12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες, λεγοντες? Πεμψον ημας εις τους χοιρους, δια να εισελθωμεν εις αυτους.
13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.13 Και ο Ιησους ευθυς επετρεψεν εις αυτους. Και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους? και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν? ησαν δε εως δυο χιλιαδες? και επνιγοντο εν τη θαλασση.
14 Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονὸς14 Οι δε βοσκοντες τους χοιρους εφυγον και ανηγγειλαν εις την πολιν και εις τους αγρους? και εξηλθον δια να ιδωσι τι ειναι το γεγονος.
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.15 Και ερχονται προς τον Ιησουν, και θεωρουσι τον δαιμονιζομενον, οστις ειχε τον λεγεωνα, καθημενον και ενδεδυμενον και σωφρονουντα, και εφοβηθησαν.
16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.16 Και διηγηθησαν προς αυτους οι ιδοντες πως εγεινε το πραγμα εις τον δαιμονιζομενον, και περι των χοιρων.
17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.17 Και ηρχισαν να παρακαλωσιν αυτον να αναχωρηση απο των οριων αυτων.
18 Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ.18 Και οτε εισηλθεν εις το πλοιον, παρεκαλει αυτον ο δαιμονισθεις να ηναι μετ' αυτου.
19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.19 Πλην ο Ιησους δεν αφηκεν αυτον, αλλα λεγει προς αυτον? Υπαγε εις τον οικον σου προς τους οικειους σου και αναγγειλον προς αυτους οσα ο Κυριος σοι εκαμε και σε ηλεησε.
20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.20 Και ανεχωρησε και ηρχισε να κηρυττη εν τη Δεκαπολει οσα εκαμεν εις αυτον ο Ιησους, και παντες εθαυμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ [ἐν τῷ πλοίῳ] πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.21 Και αφου ο Ιησους διεπερασε παλιν εν τω πλοιω εις το περαν, συνηχθη προς αυτον οχλος πολυς, και ητο πλησιον της θαλασσης.
22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ22 Και ιδου, ερχεται εις των αρχισυναγωγων, ονοματι Ιαειρος, και ιδων αυτον πιπτει προς τους ποδας αυτου
23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.23 και παρεκαλει αυτον πολλα, λεγων οτι το θυγατριον μου πνεει τα λοισθια? να ελθης και να βαλης τας χειρας σου επ' αυτην, δια να σωθη και θελει ζησει.
24 καὶ ἀπῆλθεν μετ’ αὐτοῦ. καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.24 Και υπηγε μετ' αυτου? και ηκολουθει αυτον οχλος πολυς, και συνεθλιβον αυτον.
25 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη25 Και γυνη τις, εχουσα ρυσιν αιματος δωδεκα ετη
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα πασαν την περιουσιαν αυτης και μηδεν ωφεληθεισα, αλλα μαλλον εις το χειρον ελθουσα,
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·27 ακουσασα περι του Ιησου, ηλθε μεταξυ του οχλου οπισθεν και ηγγισε το ιματιον αυτου?
28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.28 διοτι ελεγεν οτι και αν τα ιματια αυτου εγγισω, θελω σωθη.
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.29 Και ευθυς εξηρανθη η πηγη του αιματος αυτης, και ησθανθη εν τω σωματι αυτης οτι ιατρευθη απο της μαστιγος.
30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· τίς μου ἥψατο τῶν ἱματίων;30 Και ευθυς ο Ιησους, νοησας εν εαυτω την δυναμιν την εξελθουσαν απ' αυτου, στραφεις εν τω οχλω ελεγε? Τις ηγγισε τα ιματια μου;
31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις· τίς μου ἥψατο;31 Και ελεγον προς αυτον οι μαθηται αυτον? Βλεπεις τον οχλον συνθλιβοντα σε, και λεγεις τις μου ηγγισε;
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.32 Και περιεβλεπε δια να ιδη την πραξασαν τουτο.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.33 Η δε γυνη, φοβηθεισα και τρεμουσα, επειδη ηξευρε τι εγεινεν επ' αυτην, ηλθε και προσεπεσεν εις αυτον και ειπε προς αυτον πασαν την αληθειαν.
34 ὁ δὲ εἶπεν αὐτῇ· θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.34 Ο δε ειπε προς αυτην? Θυγατερ, η πιστις σου σε εσωσεν? υπαγε εις ειρηνην και εσο υγιης απο της μαστιγος σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;35 Ενω αυτος ελαλει ετι, ερχονται απο του αρχισυναγωγου, λεγοντες οτι η θυγατηρ σου απεθανε? τι πλεον ενοχλεις τον Διδασκαλον;
36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε.36 Ο δε Ιησους, ευθυς οτε ηκουσε τον λογον λαλουμενον, λεγει προς τον αρχισυναγωγον? Μη φοβου, μονον πιστευε.
37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.37 Και δεν αφηκεν ουδενα να ακολουθηση αυτον ειμη τον Πετρον και Ιακωβον και Ιωαννην τον αδελφον Ιακωβου.
38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,38 Και ερχεται εις τον οικον του αρχισυναγωγου και βλεπει θορυβον, κλαιοντας και αλαλαζοντας πολλα,
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.39 και εισελθων λεγει προς αυτους? Τι θορυβεισθε και κλαιετε; το παιδιον δεν απεθανεν, αλλα κοιμαται.
40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον.40 Και κατεγελων αυτου. Ο δε, αφου εξεβαλεν απαντας, παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μεθ' εαυτου και εισερχεται οπου εκειτο το παιδιον,
41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθα κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.41 και πιασας την χειρα του παιδιου, λεγει προς αυτην? Ταλιθα, κουμι? το οποιον μεθερμηνευομενον ειναι, Κορασιον, σοι λεγω, σηκωθητι.
42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [εὐθὺς] ἐκστάσει μεγάλῃ.42 Και ευθυς εσηκωθη το κορασιον και περιεπατει? διοτι ητο ετων δωδεκα. Και εξεπλαγησαν με εκπληξιν μεγαλην.
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.43 Και παρηγγειλεν εις αυτους πολλα να μη μαθη μηδεις τουτο και ειπε να δοθη εις αυτην να φαγη.