Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Matteo - Matthew 25


font
LXXGREEK BIBLE
1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.1 Τοτε θελει ομοιωθη η βασιλεια των ουρανων με δεκα παρθενους, αιτινες λαβουσαι τας λαμπαδας αυτων εξηλθον εις απαντησιν του νυμφιου.
2 πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι.2 Πεντε δε εξ αυτων ησαν φρονιμοι και πεντε μωραι.
3 αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον.3 Αιτινες μωραι, λαβουσαι τας λαμπαδας αυτων, δεν ελαβον μεθ' εαυτων ελαιον?
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.4 αι φρονιμοι ομως ελαβον ελαιον εν τοις αγγειοις αυτων μετα των λαμπαδων αυτων.
5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.5 Και επειδη ο νυμφιος εβραδυνεν, ενυσταξαν πασαι και εκοιμωντο.
6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [αὐτοῦ].6 Εν τω μεσω δε της νυκτος εγεινε κραυγη? Ιδου, ο νυμφιος ερχεται, εξελθετε εις απαντησιν αυτου.
7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.7 Τοτε εσηκωθησαν πασαι αι παρθενοι εκειναι και ητοιμασαν τας λαμπαδας αυτων.
8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.8 Και αι μωραι ειπον προς τας φρονιμους? Δοτε εις ημας εκ του ελαιου σας, διοτι αι λαμπαδες ημων σβυνονται.
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.9 Απεκριθησαν δε αι φρονιμοι, λεγουσαι? Μηποτε δεν αρκεση εις ημας και εις εσας? οθεν υπαγετε καλλιον προς τους πωλουντας και αγορασατε εις εαυτας.
10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα.10 Ενω δε απηρχοντο δια να αγορασωσιν, ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ' αυτου εις τους γαμους, και εκλεισθη η θυρα.
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν.11 Υστερον δε ερχονται και αι λοιπαι παρθενοι, λεγουσαι? Κυριε, Κυριε, ανοιξον εις ημας.
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.12 Ο δε αποκριθεις ειπεν? Αληθως σας λεγω, δεν σας γνωριζω.
13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.13 Αγρυπνειτε λοιπον, διοτι δεν εξευρετε την ημεραν ουδε την ωραν, καθ' ην ο Υιος του ανθρωπου ερχεται.
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,14 Διοτι θελει ελθει ως ανθρωπος, οστις αποδημων εκαλεσε τους δουλους αυτου και παρεδωκεν εις αυτους τα υπαρχοντα αυτου,
15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως15 και εις αλλον μεν εδωκε πεντε ταλαντα, εις αλλον δε δυο, εις αλλον δε εν, εις εκαστον κατα την ιδιαν αυτου ικανοτητα, και απεδημησεν ευθυς.
16 πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε·16 Υπηγε δε ο λαβων τα πεντε ταλαντα και εργαζομενος δι' αυτων εκαμεν αλλα πεντε ταλαντα.
17 ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο.17 Ωσαυτως και ο τα δυο εκερδησε και αυτος αλλα δυο.
18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.18 Ο δε λαβων το εν υπηγε και εσκαψεν εις την γην και εκρυψε το αργυριον του κυριου αυτου.
19 Μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν.19 Μετα δε καιρον πολυν ερχεται ο κυριος των δουλων εκεινων και θεωρει λογαριασμον μετ' αυτων.
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.20 Και ελθων ο λαβων τα πεντε ταλαντα, προσεφερεν αλλα πεντε ταλαντα, λεγων? Κυριε, πεντε ταλαντα μοι παρεδωκας? ιδου, αλλα πεντε ταλαντα εκερδησα επ' αυτοις.
21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.21 Και ειπε προς αυτον ο κυριος αυτου? Ευγε, δουλε αγαθε και πιστε? εις τα ολιγα εσταθης πιστος, επι πολλων θελω σε καταστησει? εισελθε εις την χαραν του κυριου σου.
22 Προσελθὼν [δὲ] καὶ ὁ τὰ δύο τάλαντα εἶπεν· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.22 Προσελθων δε και ο λαβων τα δυο ταλαντα ειπε? Κυριε, δυο ταλαντα μοι παρεδωκας? ιδου, αλλα δυο ταλαντα εκερδησα επ' αυτοις.
23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.23 Ειπε προς αυτον ο κυριος αυτου? Ευγε, δουλε αγαθε και πιστε? εις τα ολιγα εσταθης πιστος, επι πολλων θελω σε καταστησει? εισελθε εις την χαραν του κυριου σου.
24 Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας,24 Προσελθων δε και ο λαβων το εν ταλαντον, ειπε? Κυριε, σε εγνωρισα οτι εισαι σκληρος ανθρωπος, θεριζων οπου δεν εσπειρας και συναγων οθεν δεν διεσκορπισας?
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.25 και φοβηθεις υπηγα και εκρυψα το ταλαντον σου εν τη γη? ιδου, εχεις το σον.
26 Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;26 Αποκριθεις δε ο κυριος αυτου, ειπε προς αυτον? Πονηρε δουλε και οκνηρε? ηξευρες οτι θεριζω οπου δεν εσπειρα και συναγω οθεν δεν διεσκορπισα?
27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.27 επρεπε λοιπον να βαλης το αργυριον μου εις τους τραπεζιτας, και ελθων εγω ηθελον λαβει το εμον μετα τοκου.
28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·28 Λαβετε λοιπον απ' αυτου το ταλαντον, και δοτε εις τον εχοντα τα δεκα ταλαντα.
29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.29 Διοτι εις παντα τον εχοντα θελει δοθη και περισσευθη, απο δε του μη εχοντος και εκεινο το οποιον εχει θελει αφαιρεθη απ' αυτου.
30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.30 Και τον αχρειον δουλον ριψατε εις το σκοτος το εξωτερον? εκει θελει εισθαι ο κλαυθμος και ο τριγμος των οδοντων.
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·31 Οταν δε ελθη ο ιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγιοι αγγελοι μετ' αυτου, τοτε θελει καθησει επι του θρονου της δοξης αυτου,
32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,32 και θελουσι συναχθη εμπροσθεν αυτου παντα τα εθνη, και θελει χωρισει αυτους απ' αλληλων, καθως ο ποιμην χωριζει τα προβατα απο των εριφιων,
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.33 και θελει στησει τα μεν προβατα εκ δεξιων αυτου, τα δε εριφια εξ αριστερων.
34 Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.34 Τοτε ο Βασιλευς θελει ειπει προς τους εκ δεξιων αυτου? Ελθετε οι ευλογημενοι του Πατρος μου, κληρονομησατε την ητοιμασμενην εις εσας βασιλειαν απο καταβολης κοσμου.
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,35 Διοτι επεινασα, και μοι εδωκατε να φαγω, εδιψησα, και με εποτισατε, ξενος ημην, και με εφιλοξενησατε,
36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.36 γυμνος, και με ενεδυσατε, ησθενησα, και με επεσκεφθητε, εν φυλακη ημην, και ηλθετε προς εμε.
37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;37 Τοτε θελουσιν αποκριθη προς αυτον οι δικαιοι, λεγοντες? Κυριε, ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν, η διψωντα και εποτισαμεν;
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;38 ποτε δε σε ειδομεν ξενον και εφιλοξενησαμεν, η γυμνον και ενεδυσαμεν;
39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;39 ποτε δε σε ειδομεν ασθενη η εν φυλακη και ηλθομεν προς σε;
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.40 Και αποκριθεις ο Βασιλευς θελει ειπει προς αυτους? Αληθως σας λεγω, καθ' οσον εκαμετε εις ενα τουτων των αδελφων μου των ελαχιστων, εις εμε εκαμετε.
41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.41 Τοτε θελει ειπει και προς τους εξ αριστερων? Υπαγετε απ' εμου οι κατηραμενοι εις το πυρ το αιωνιον, το ητοιμασμενον δια τον διαβολον και τους αγγελους αυτου.
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,42 Διοτι επεινασα, και δεν μοι εδωκατε να φαγω, εδιψησα, και δεν με εποτισατε,
43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.43 ξενος ημην, και δεν με εφιλοξενησατε, γυμνος, και δεν με ενεδυσατε, ασθενης και εν φυλακη, και δεν με επεσκεφθητε.
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;44 Τοτε θελουσιν αποκριθη προς αυτον και αυτοι, λεγοντες? Κυριε, ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη, και δεν σε υπηρετησαμεν;
45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.45 Τοτε θελει αποκριθη προς αυτους, λεγων? Αληθως σας λεγω, καθ' οσον δεν εκαμετε εις ενα τουτων των ελαχιστων, ουδε εις εμε εκαμετε.
46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.46 Και θελουσιν απελθει ουτοι μεν εις κολασιν αιωνιον, οι δε δικαιοι εις ζωην αιωνιον.